Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 216r

Manuscript msA, page 216r

image

prev: 215v next: 216v

Iliad text

16.502 Ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψενimage1

16.503 ὀφθαλμοὺς ῥῖνάς θ’· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνωνimage

16.504 ἐκ χροὸς ἕλκε δόρυ , προτὶ δὲ φρένες αὐτῷ ἕποντο·image1

16.505 τοῖο δ’ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσ’ αἰχμήν .image

16.506 Μυρμιδόνες δ’ αὐτοῦ σχέθον ἵππους φυσιόωνταςimage

16.507 ἱεμένους φοβέεσθαι , ἐπεὶ λίπον ἅρματ’ ἀνάκτων .image1, 2

16.508 Γλαύκῳ δ’ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι·image1

16.509 ὠρίνθη δέ οἱ ἦτορ ὅ τ’ οὐ δύνατο προσαμῦναι .image

16.510 χειρὶ δ’ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸνimage

16.511 ἕλκος , ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷimage

16.512 τείχεος ὑψηλοῖο , ἀρὴν ἑτάροισιν ἀμύνων .image

16.513 εὐχόμενος δ’ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι ·image

16.514 κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳimage

16.515 εἲς ἢ ἐνὶ Τροίῃ · δύνασαι δὲ σὺ πάντοσ’ ἀκούεινimage1, 2

16.516 ἀνέρι κηδομένῳ , ὡς νῦν ἐμὲ κῆδος ἱκάνει .image

16.517 ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν , ἀμφὶ δέ μοι χεὶρimage

16.518 ὀξείῃς ὀδύνῃσιν ἐλήλαται , οὐδέ μοι αἷμαimage

16.519 τερσῆναι δύναται , βαρύθει δέ μοι ὦμος ὑπ’ αὐτοῦ·image

16.520 ἔγχος δ’ οὐ δύναμαι σχεῖν ἔμπεδον , οὐδὲ μάχεσθαι (520)image

16.521 ἐλθὼν δυσμενέεσσιν . ἀνὴρ δ’ ὤριστος ὄλωλεimage

16.522 Σαρπηδὼν Διὸς υἱός· ὃ δ’ οὐ οὗ παιδὸς ἀμύνει .image1, 2

16.523 ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι ,image

16.524 κοίμησον δ’ ὀδύνας , δὸς δὲ κράτος , ὄφρ’ ἑτάροισιimage1

16.525 κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν ,image

16.526 αὐτός τ’ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι .image1

Scholia text

msA, 16.216r1, commenting on 16.502 ‡ τέλος θανάτοιο κάλυψεν ὀφθαλμοὺς ῥινασθ’- ὁ δὲ θάνατος ἀυτοὺς ἔλαβεν τούς τε ὀφθαλμοὺς καὶ τὰς ῥῖνας ἐπεὶ οἱ τελευτῶντες οὔτε βλέπουσιν οὔτε ἀναπνέουσιν οὔτε δὲ φρένας ἔχουσιν ⁑image

msA, 16.216r2, commenting on 16.504 ἕλκε δόρυ ουτ ἀρίσταρχος ἔλκε χωρις του ϊ καὶ ἔχοντο οὕτως δια τοῦ χ ⁑image

msA, 16.216r3, commenting on 16.507 ἱεμένους φοβέεσθαι ὅτι Ζηνοδότος γράφει ἐπεὶ λίπεν ἀγνοῶν , ὅτι τὸ λίπεν νῦν οὐκ ἐστιν ἑνικον ἀλλα ἀναλογον τὸ ἐλείφθησαν τὰ ἄρματα . ὥσπερ κόσμηθεν . καὶ ποιμένος ἀφραδιηισι δίετμαγεν . ἀντι του διετμάγησαν - εἴωθε γὰρ τοῖς οὐδετέροις πληθυντικοῖς πληθυντικὰ ῥήματα συντάσσειν ὡς σπάρτα λελύνται ⁑image

msA, 16.216r4, commenting on 16.515 εἰς ἢ ἐνι Τροίῃ - ἡ διπλῆ ὅτι οὕτως εἴωθε λέγειν πάντοσε ἀκούειν εἰς παντα τόπον ἀκούειν ἀπό τ’ ἐκ τόπου εἰς τόπον ἀφικμουμένων πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος εἰς Κύπρον ἠκουετο . διὃ καὶ νῦν κατα συναλιφὴν ἀκουστέον ἵν’ ἦ τὸ πλῆρες πάντοσε ἀκούειν ⁑image

msA, 16.216r5, commenting on 16.515 πάντος ἀκούειν , Ἀρισταρχος τὸ πλῆρες ἀκούει πάντοσε - Ζηνόδοτος πάντες ἀκούειν δια τοῦ ε . πάντοσε ὡς πάντοθεν τὰ γάρ εἰς ε ἐπιρρήματα τοῖς εἰς θεν ὁμοτονεῖ , ἄλλοθεν ἄλλοσε ὁμόθεν ὁμόσε . οὕτως οὖν εἰ πάντοθεν ἐκ κευθμῶν , καὶ πάντοσε δαιδάλλων ⁑image

msA, 16.216r6, commenting on 16.522 Σαρπηδὼν Διὸς υἵος ἡ διπλὴ ὅτι ἐλλείπει ἡ περὶ ἔστι γὰρ οὐδε περι τοῦ οὐ παιδὸς ἀμύνει οἱ δὲ αγνοήσαντες γράφουσιν ὁδ’ οὐδ’ οὐδ’ ᾧ παιδὶ ἀμύνει ⁑image

msAext, 16.216r1, commenting on 16.524 Αἰολικὸν κοίμησον απο του κοίμισον ⁑image

msAim, 16.216r1, commenting on 16.507 δια τοῦ ε λιπεν ἐπειδὴ τὰ ἅρματα τῶν ἀνάκτων ἐλειφθεν ἐλειφθησαν ἡρημώθησαν- Ζηνόδοτος δε δια τοῦ ο λίπον -image

msAim, 16.216r2, commenting on 16.522 Ἀρισταρχος ὁ δ’ οῦ παιδός ⁑image

msAint, 16.216r1, commenting on 16.508 ὡς λεγοντι ουτως καὶ Ἀρίσταρχοςimage

msAint, 16.216r2, commenting on 16.526 ουτως διὰ τοῦ η αἱ Ἀριστάρχου κατα τεθνηωτι ⁑image