Manuscript msA, page 216v
| prev: 216r | next: 217r |
16.527 ὡς ἔφατ’ εὐχόμενος . τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων .
16.528 αὐτίκα παῦσ’ ὀδύνας . ἀπο δ’ ἕλκεος ἀργαλέοιο
16.529 αἷμα μέλαν τέρσηνε . μένος δέ οἱ ἔμβαλε θυμῷ-
16.530 Γλαῦκος δ’ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ . γήθησέν τε .1
16.531 ὅττί οἱ ὦκ’ ἤκουσε μέγας θεὸς εὐξαμένοιο-
16.532 πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας
16.533 πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι-
16.534 αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων .
16.535 Πουλυδάμαντ’ ἐπι Πανθοίδην καὶ Ἀγήνορα δῖον .
16.536 βῆ δὲ μέτ’ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήνέ .
16.537 ἀγχοῦ δ’ ἱ¨στάμενος ἔπεα πτερόεντα προσηύδα-
16.538 “Ἕκτορ , νῦν δὴ πάγχυ λελασμένος εἲς , ἐπικούρων ,
16.539 οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης
16.540 θυμὸν ἀποφθινύθουσι . σὺ δ’ οὐκ ἐθέλεις ἐπαμύνειν .
16.541 κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων .
16.542 ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ·1
16.543 τὸν δ’ ὑπὸ Πατρόκλῳ δάμασ’ ἔγχεϊ χάλκεος Ἄρης -
16.544 ἀλλὰ φίλοι πάρστητε . νεμεσσήθητε δὲ θυμῷ .1
16.545 μὴ ἀπὸ τεύχε’ ἕλωνται . ἀεικίσσωσι δὲ νεκρὸν
16.546 Μυρμιδόνες . Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο ,1
16.547 τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν-
16.548 ὡς ἔφατο . Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος1
16.549 ἄσχετον . οὐκ ἐπιεικτόν . ἐπεί σφισιν ἕρμα πόληος1, 2
16.550 ἔσκε . καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμ’ αὐτῷ
16.551 λαοὶ ἕποντ’ . ἐν δ’ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·
msA, 16.216v1, commenting on 16.530 Γλαυκος δ’ ἔγνω ἧσιν ἐνι φρεσὶ , ἤτοι στικτέον ἐπι τὸ φρεσὶ , ἢ διασταλτέον ἵνα κοινωνῇ ἔγνω καὶ ἐχάρη ὅτι οἱ ὦκ’ ἤκουσε ⁑
msA, 16.216v2, commenting on 16.542 εἴρυτο- Ἀρίσταρχος τρίτην ἀπο τέλους τὴν ὀξεῖα ποιεῖ ὑγιῶς πάνυ- ὁ δὲ Τυραννίων προπερισπᾷ ἐκ τοῦ εἰρύετο φάσκων αὐτὸ συνηλειφθαι- δύναται δὲ τὸ εἴρυτο κλιθὲν ἀπο τῶν εἰς μι ὁμοίως τῷ ἐζεύγνοιτο ήνυτο θοῶς δέ οἱ ἤνυτο ἔργον ἐκτετάσθαι . οὕτως ἀξιοῦμεν καὶ ἐπι τοῦ είλυτο καὶ εἴρυτο ⁑
msA, 16.216v3, commenting on 16.548 Τρῶας δὲ κατα κρῆθεν : Ἀρισταρχος δισύλλαβον ἐκδέχεται τὴν λέξιν . καὶ προπερισπᾷ ὑγιῶς πάνυ . καὶ οὐκ επίσταται ὁ ποιητής τὸ κάρη ὀξυνόμενον θηλυκόν . ἄλλ’ οἱ ἄλλοι πάντες . καὶ οὐδὲν θαυμαστόν- καὶ γὰρ ἄλλους παραλόγους φωνὰς ἐπίσταται ἀγνοῶν τὰς πρωτοθέτους αὐτῶν λέξεις . τί οὖν θαυμαστὸν εἰ παρα τὸ καρή ὀξυτόνον καρῆθεν ἐστι καὶ κρῆθεν ἐνσυγκοπῆ . τοῦτο δέ φημι ἐπεὶ καὶ Ἡσιοδος οὕτως ἐξεδέξατο εἰπῶν τὸ καὶ ἀπο κρηθεν βλεφάρων ⁑
msA, 16.216v4, commenting on 16.549 ἕρμα : τὸ σήκωμα τῆς νεῶς προς τὸ μὴ ἀνατρέπεσθαι ἐν τῷ πεσεῖν- νῦν οὖν τούτου ἀποθανόντος ἀνατραπῆναι τὴν Ἴλιον - οἱ δὲ τὸ ὑπο στήριγμα . ὅθεν καὶ Πίνδαρος ἔρεισμα Ἀκράγαντος εἶπε τὸν Θήρωνα - ῥητορικῶς οὖν ἄξει τὸ οἶκτρον ἐπι μαρτυρῶν τῷ ἀπο θανόντι ⁑
msAim, 16.216v1, commenting on 16.546 ὅτι ελλειπει ἡ περι πρόθεσις περι Δαναῶν ⁑
msAim, 16.216v2, commenting on 16.549 βραχὺ διασταλτέον μετα τὸ ἄσχετον , δια τὴν ἐμφασιν ⁑
msAint, 16.216v1, commenting on 16.544 μεμπτὸν ἡγήσασθε