Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 217r

Manuscript msA, page 217r

image

prev: 216v next: 217v

Iliad text

16.552 βὰν δ’ ϊθὺς Δαναῶν λελιημένοι· ἦρχε δ’ ἄρά σφινimage

16.553 Ἕκτωρ χωόμενος Σαρπηδόνος . αὐτὰρ Ἀχαιοὺςimage1

16.554 ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·image

16.555 Αἴαντε πρώτω προσέφη , μεμαῶτε καὶ αὐτώ·image

16.556 Αἴαντε · νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω ,image1

16.557 οἷοί περ πάρος ἦτε μετ’ ἀνδράσιν . ἢ καὶ ἀρείους .image1, 2

16.558 κεῖται ἀνὴρ . ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν .image1

16.559 Σαρπηδὼν · ἀλλ’ εἴ μιν ἀεικισσαίμεθ’ ἑλόντες ,image1, 2, 3

16.560 τεύχεά τ’ ὤμοιϊν ἀφελοίμεθα . καί τιν’ ἑταίρωνimage

16.561 αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ .image1

16.562 Ὡς ἔφαθ’ . οἱ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον·image

16.563 οἱ δ’ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγαςimage

16.564 Τρῶες . καὶ Λύκιοι . καὶ Μυρμιδόνες . καὶ Ἀχαιοί .image

16.565 σύμβαλον ἀμφὶ νέκυϊ κατατεθνειῶτι μάχεσθαιimage

16.566 δεινὸν ἀΰσαντες· μέγα δ’ ἔβραχε τεύχεα φωτῶν·image

16.567 Ζεὺς δ’ ἐπὶ νύκτ’ ὀλοὴν τάνυσεν κρατερῇ ὑσμίνῃ .image1

16.568 ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴῃ .image

16.569 Ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς .image

16.570 βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετα Μυρμιδόνεσσιν .image

16.571 υἱὸς Ἀγακλῆος μεγαθύμου . δῖος Ἐπηγεὺς ·image

16.572 ὅς ῥ’ ἐν Βουδείῳ εὖ . ναιομένῳ ἤνασσεimage1

16.573 τὸ πρίν . ἀτὰρ τότε γ’ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας .image

16.574 ἐς Πηλῆ’ ϊκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·image1

16.575 οἱ δ’ ἅμ’ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαιimage

16.576 Ἴλιον εἰς εὔπωλον . ἵνα Τρώεσσι μάχοιτο .image

Scholia text

msA, 16.217r1, commenting on 16.557 οἷοί περ πάρος ῆτε μετ’ ἀνδράσι . δύναται μὲν στίζεσθαι ἐπι τὸ ἀνδράσι . δύναται δὲ εἰπεῖν τὸ ἐστὲ ἢ γίνεσθαι . δύναται δὲ καὶ ἄ σχημα εἶναι ἀπο δοτικῆς εἰς αιτιατικὴν ὡς κακεῖ αἰει τοι φίλον ἐστὶν ἐμεῦ ἀπο νόσφιν εόντα κρυπταδια φρονέοντα . παρατηρητέον δὲ τὸν στίχον προς τὸ ἐπάνω ὑποκείμενον Γλαῦκε πέπον πολέσι μετ ανδράσι ⁑image

msA, 16.217r2, commenting on 16.558 ὁς πρῶτος ἐσἥλατο Ἀρισταρχος καὶ οἱ ἀπ’ αὐτοῦ δασύνουσι Λυσανίας δε ψιλοῖ προσνέμων τὸ ε τῶι η σαλάσθαι γάρ φησι σημ τὸ ἀποσπᾶν καὶ σαλεύειν . ὁ δὲ σαλεύσας πρῶτος τὸ τεῖχος Σαρπηδῶν ἐστιν- ὁ δε εἰσπηδήσας Ἕκτωρ . φησὶ γοῦν Σαρπηδὼν δ’ἔπαλξιν ἑλῶν χερσὶ στιβαρῆισιν ἕλχ’ ἠ δ’ἕσπετο πᾶσα ἐπι δε τοῦ Ἑκτορος ῥῆξε δ’ ἀμφοτέρους θαιρὸυς . εἶτα ἐπιφέρει ὁ δ’ ἐσέθορε φαίδιμος Ἕκτωρ . ἄμεινον δὲ πείθεσθαι Ἀρισταρχῳ δασύνοντι ἐκδέχεσθαι καὶ ἥμας οὗτος τὸ ἐσήλατο ὅτι πρῶτος ἐφήλατο καὶ ἐπεπεπήδησε τῷ τείχει . ὅρα γοῦν ὡς οὐκ εῖπε πρῶτος διῆλθεν . ὁ μὲν γὰρ Ἕκτωρ πρῶτος διῆλθεν- ὁ δὲ Σαρπηδὼν πρῶτος ώρμησεν ἐπὶ τὸ τεῖχος . ὥς ρα τότ’ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε τεῖχος ἐπαϊξαι . ὥστε τὸ ἤλατο , ταυτὸν εἶναι τῷ οἱρμῆσαι ⁑image

msA, 16.217r3, commenting on 16.559 Σαρπηδών ἀλλ’ εἴ μιν ὅτι ἔξωθεν προσὑπακούστέον τὸ καλῶς ἄν ἔχοι εἰ αὐτὸν ἀνελόντες ἀεικισαίμεθα καλῶς ἄν ἔχοι . καὶ ἐν Ὀδύσσειᾳ ἀτὰρ πελέκεα αἰεὶ κείωνμεν ἅπαντας ⁑image

msA, 16.217r4, commenting on 16.561 αὐτοῦ ἀμυνομένων ὅτι ἀμφίβολον εἰ λείπει ἡ περῖ ἵν ᾖ περι αυτοῦ . ἤ τοπικῶς ἐκληπτέον τὸ αὐτοῦ ἐν τῷδε τῳ τόπῳ ⁑image

msA, 16.217r5, commenting on 16.574 ἐς Πηλῆ’ ϊκέτευσεν ⁑ ὅτι οὐκ απολελοίπει ἡ Θετίς τὸν Πηλέως οἶκον , ὡς οἱ νεώτεροι , ἀλλα συνοίκει αὐτῳ ⁑image

msAil, 16.217r1, commenting on 16.557@ἀρείους βελτίονοςimage

msAil, 16.217r2, commenting on 16.567@ὑσμίνῃ ἀορασίανimage

msAil, 16.217r3, commenting on 16.572@Βουδείῳ πο Βοιοτίαςimage

msAim, 16.217r1, commenting on 16.556 τὸ ἀμύνεσθαι ἐν αλλῶ μενος ἔστωimage

msAim, 16.217r2, commenting on 16.559 λειπει φασὶν αἱ Αρισταρχου τό ευ αν έχοι ⁑image

msAint, 16.217r1, commenting on 16.553 οτι ἐλλείπει ἡ περι καὶ οτι τὸ χωόμενος ἀντι τοῦ συγχεόμενος ⁑image

msAint, 16.217r2, commenting on 16.559 ἐν τῇ Ριανοῦ ἀλλὰ μιν αεὶκισσάμεθ’ ἑλόντες ⁑image