Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 218v

Manuscript msA, page 218v

image

prev: 218r next: 219r

Iliad text

16.629 νεκροῦ χωρήσουσι . πάρος τινὰ γαῖα καθέξει .image

16.630 ἐν γὰρ χερσὶ τέλος πολέμου . ἐπέων δ’ ἐνὶ βουλῇ·image

16.631 τῶ οὔ τι χρὴ μῦθον ὀφέλλειν , ἀλλὰ μάχεσθαι·image

16.632 Ὡς εἰπὼν . ὁ μὲν ἦρχ’ . ὁ δ’ ἅμ’ ἕσπετο ϊσόθεος φώς .image

16.633 τῶν δ’ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρειimage1, 2, 3

16.634 οὔρεος ἐν βήσσῃς . ἕκαθεν δέ τε γίνετ’ ἀκουὴ .image1

16.635 ὡς τῶν ὤρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυὁδείηςimage1

16.636 χαλκοῦ τε . ῥινοῦ τε βοῶν τ’ εὐποιητάωνimage1, 2, 3

16.637 νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·image

16.638 οὐδ’ ἂν ἔτι φράδμων περ ἀνὴρ , Σαρπηδόνα δῖονimage1, 2

16.639 ἔγνω . ἐπεὶ βελέεσσι καὶ αἵματι . καὶ κονίῃσιν .image

16.640 ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους·image

16.641 οἱ δ’ αἰεὶ , περι νεκρὸν ὁμίλεον . ὡς ὅτε μυῖαιimage

16.642 σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατα πέλλαςimage

16.643 ὥρῃ ἐν εἰρινῇ , ὅτε τε γλάγος ἄγγεα δεύει·image

16.644 ὡς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον· οὐδέ ποτε Ζεὺςimage

16.645 τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ .image

16.646 ἀλλὰ κατ’ αὐτοὺς αἰὲν όρα . καὶ φράζετο θυμῷ .image

16.647 πολλὰ μάλ’ ἀμφι φόνῳ Πατρόκλου μερμηρίζων·image

16.648 ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ .image1

16.649 αὐτοῦ ἐπ’ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρimage

16.650 χαλκῷ δῃώσῃ , ἀπό τ’ ὤμων τεύχε’ ἕληται ,image

16.651 ἠ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν·image

16.652 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·image

16.653 ὄφρ’ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος .image

Scholia text

msA, 16.218v1, commenting on 16.633 τῶν δ’ ὥστε δρυτόμων ἀνδρῶν ἡ διπλῆ ὅτι ἀμφιβόλος κεῖται τὸ ὀρώρει πότερον ἐπι τῶν μαχομένων λέγεται τούτων ὀρώρει ὀρυμαγδὸς ὡς δρυτόμων , ἡ ἐπι τῶν δρυτόμων- ὡς δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς οὕτως καὶ τῶν μαχομένων ὅπερ καὶ βούλεται , ὥστε τὸ όρωρε τὸν ἐνεστῶτα χρόνον σημαίνει ⁑image

msA, 16.218v2, commenting on 16.633-16.634 ἐὰν γραφωμεν ορώρει παντ στιζομεν βήσσης καὶ ακουὴ καὶ δὶς ἔσται ἡ ανταπόδοσις λεγομένη , κοινὸν γὰρ νοεῖται τὸ ὀρώρει κατά τε τῶν δρυτόμων καὶ τῶν ἡρώων- βέλτιον δὲ γράφεσθαι μὲν ὄρωρεν , ὑποστίζεσθαι δὲ βήσσῃς καὶ ακουὴ , τὸ δὲ τῶν ἐπανηλεῖφθε τῶν δ’ ὥστε ⁑image

msA, 16.218v3, commenting on 16.635 ὡς τῶν ὄρνυτο δοῦπος ἀπο χθονὸς εὐρυοδείης- παράγωγον ἡγοῦνται τὴν λέξιν τοῦτ έστιν παρολκὴν τὴν ἐπι τέλους λεξεως διὸ εψίλωσαν βραχὺ δὲ διασταλτέον εὐρυοδείης . διχοθεν γάρ φησι τὸν ῆχον φέρεσθαι ἀπό τε τῆς γῆς καὶ τῶν όπλων ⁑image

msA, 16.218v4, commenting on 16.636 χαλκοῦ τε ρινοῦ τε , ὅτι προειπὼν ῥινοῦ τε ὡς ἕτερον τι διάφορον συμπλέκει βοῶν τε - καὶ ἤτοι ἐξ επαναλήψεως νοητέον λέγεσθαι τὸ αὐτὸ ὡς πυκνοὶ καὶ θαμέες πολέμον τε μάχην τε - ἢ τὸν τε σύνδεσμον περιττὸν νομιστέον ἵν’ ᾖ ῥινοῦ βοῶν τοῦτέστι τῶν ἀσπίδων ⁑image

msA, 16.218v5, commenting on 16.636 βοῶν τ’ εὐποιητάων , τὸ εὖ οὐ θέλουσι κατ ιδίαν προφέρεσθαι ἀλλ’ ἓν ποιεῖν εὐποιητάων ἐπεὶ καὶ ἐν ετέροις φησὶ τὴν δοτικὴν εὐποιητῇσι πύλῃσι παρωνυμως καγῶ δὲ συγκαττίθεμαι - ἐν δέ τισιν εὕρομεν ῥινῶν τε βοων τε κατα τὸ πληθυντικὸν ⁑image

msA, 16.218v6, commenting on 16.638 οὐδ ἀν έτι φράδμων : αἱ μὲν κοιναὶ κατ αιτιατικὴν Σαρπηδόνα αἷς ἀκόλουθον ἐστι τὸ συνάπτειν , Σαρπηδόνα δῖον ἔγνω ἵν’ ὁ φράδμων τῶν συνετῶν καὶ λελογισμένων δηλοῖ . ἐὰν δὲ ὡς Ἀρίσταρχος γράφη Σαρπηδόνι δίῳ κατα δοτικὴν βραχὺ διασταλτέον ἐπι τὸ δίω , τὸ γὰρ λεγόμενον οὐ δὲ ὁ πάνου γνώριμος φησὶ καὶ συνήθης τῷ Σαρπηδόνι ἠδύνατο γνωρίσαι αὐτὸν δια τὸ αἵματι καὶ κόνει πεφύρθαι ⁑image

msAim, 16.218v1, commenting on 16.633 ουτως ορωρει Ἀρισταρχοςimage

msAim, 16.218v2, commenting on 16.636 ἀμεινον εῖχε φησὶ ὁ Αρισταρχος εἰ εγέγραπτο βοῶν εὐ ποιητάων έξω τοῦ τε συνδέσμου ⁑image

msAim, 16.218v3, commenting on 16.648 ἐκ πλήρους καὶ κεῖνον αἱ Ἀρισταρχου ⁑image

msAint, 16.218v1, commenting on 16.633 ἔν τισιν ορωρενimage

msAint, 16.218v2, commenting on 16.634 Ἀριστοφάνης αϋτμη ⁑image

msAint, 16.218v3, commenting on 16.638 Ἀρισταρχος κατα δοτικὴν Σαρπηδόνι Δίωimage