Manuscript msA, page 219r
| prev: 218v | next: 219v |
16.654 ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν
16.655 ὤσαιτο προτὶ ἄστυ . πολέων δ’ ἀπὸ θυμὸν ἕλοιτο·
16.656 Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·
16.657 ἐς δίφρον δ’ ἀναβὰς . φύγαδ’ ἔτραπε· κέκλετο δ’ ἄλλους
16.658 Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ϊρὰ τάλαντα·
16.659 ἔνθ’ οὐδ’ ἴ¨φθιμοι Λύκιοι μένον . ἂλλ’ ἐφόβηθεν
16.660 πάντες . ἐπεὶ βασιλῆα ἴ¨δον βεβλαμμένον ἦτορ .1, 2
16.661 κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ . ἐπ’ αυτῷ
16.662 κάππεσον . εῦτ’ έριδα κρατερὴν ἐτάνυσσε Κρονίων ·
16.663 οἱ δ’ ἂρ’ ἀπ’ ὤμοιϊν Σαρπηδόνος ἔντε’ ἕλοντο
16.664 χάλκαια μαρμαίροντα· τὰ μὲν κοίλας ἐπὶ νῆας·
16.665 δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός ·
16.666 καὶ τότ’ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς ·1
16.667 εἰ δ’ ἄγε νῦν φίλε Φοῖβε . κελαινεφὲς αἷμα κάθηρον
16.668 ἐλθὼν ἐκ βελέων Σαρπηδόνα · καί μιν ἔπειτα1, 2
16.669 πολλὸν ἀπὸ πρὸ φέρων . λοῦσον ποταμοῖο ῥοῇσι .1
16.670 χρῖσον τ’ ἀμβροσίῃ . περὶ δ’ ἄμβροτα εἵματα ἕσσον·
16.671 πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι
16.672 ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν . οἵ ῥά μιν ὦκα1
16.673 θήσουσ’ ἐν Λυκίης εὐρείης ἐν πίονι δήμῳ ,1
16.674 ἔνθά ἑ ταρχύσουσ ί κασίγνητοί τε έται τε1
16.675 τύμβῳ τε . στήλῃ τε . τὸ γὰρ γέρας ἐστὶ θανόντων·
16.676 Ὣς ἔφατ’ . οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων .
16.677 βῆ δὲ κατ’ Ϊδαίων ὀρέων ἐς φύλοπιν αἰνήν·1
16.678 αὐτίκα δ’ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας·
msA, 16.219r1, commenting on 16.666 καὶ τότ’ Ἀπόλλωνα ὅτι Ζηνόδοτος καὶ ἐνταῦθα διεσκεύακε γράφων , καὶ τότ’ ἂρ ἐξ Ίδης προσέφη Ζεὺς ὅν φίλον υἱὸν ἵν’ ἐκ τῆς Ί+δης προσφωνεῖ τὸν ἐν τῷ πεδίῳ Ἀπόλλωνα . γελοῖον δὲ τὸ κραυγάζειν ἀπό τῆς Ἴδης τὸν Δία . οὐ νενόηκεν οὖν ὅτι τὰ τοιαῦτα κατὰ τὸ σιωπώμενον ἐνεργούμενα δεῖ παραδέχεσθαι καθάπερ καὶ ἐν τοῖς ἐπάνω περι τῆς Ἥρας ⁑
msA, 16.219r2, commenting on 16.668 ἐλθὼν ἐκ βελέων Σαρπηδόνα - οὕτως Ἀρίσταρχος Σαρπεδόνι κατα δοτικήν Σαρπεδόνι καθ Ὅμηρον τὸ αῖμα . μήποτε δὲ Ζηνόδοτος ὀρθῶς ἠθέτικε τούτους παράλογον γὰρ τὸν ἀπενθῆ τοιαῦτα διακονεῖσθαι ⁑
msA, 16.219r3, commenting on 16.669 πολλὸν ἀπο προφέρων- τινες τὴν ἀπο ἀναστρέφουσιν ἵνα σημαίνῃ τὸ ἄπωθεν ὥσπερ καὶ ὁ Ἀσκαλωνίτης - εἰσὶ μέντοι οἵ παρολκὴν ἐδέξαντο τῆς πρό καὶ ἐφύλαξαν τῆς ἀπο τὴν προσῳδίαν ἵνα ᾖ τὸ ἑξῆς ἀποφέρων . οὔτως δὲ καὶ Φιλόξενος ἠξίου ἐπεὶ πολλὴ ἐστι παρέλκουσα- ἡ προ νότου ἀποπροταμῶν - ἡ δὲ διαπρο Πηλιὰς ἤϊεξε περιπρὸ γὰρ ἔγχεϊ θῦιεν . οὕτως δὲ καὶ ἐγὼ συγκατατίθεμαι ⁑
msA, 16.219r4, commenting on 16.672 ὔπνωι καὶ θανάτω- διδυμάοσι- τελευτώντων γὰρ ἐκλείπει παντελῶς ἡ ψυχὴ , καθευδόντων δὲ συστελλέται ἡ δύναμις της ψυχῆς . ⁑
msA, 16.219r5, commenting on 16.674 κασίγνητοί τε ἔται τε . κασίγνητοι ἁπλοϊκῶς νῦν οἰ συγγενεῖς . οὐδεὶς γὰρ ἱστορηκεν αὐτοῦ ἀδελφούς ⁑
msA, 16.219r6, commenting on 16.677 βῆ δὲ κατ’ Ἰδαίων - ὅτι Ζηνόδος καὶ τοῦτον περιήρηκε τηρῶν τὸ σύμφωνον ἑαυτῷ ⁑
msAim, 16.219r1, commenting on 16.660 γραφέται δεδαϊγμένον ῆτορ ⁑
msAint, 16.219r1, commenting on 16.660 βασιλῆα ἴ+δον βεβλαμμένον τὸ ῆτορ νέκρον ⁑
msAint, 16.219r2, commenting on 16.668 Ἀρισταρχος Σαρπηδόνι κατὰ δοτικήν ⁑
msAint, 16.219r3, commenting on 16.673 γραφεται θήσουσι Λυκίης ⁑