Manuscript msA, page 219v
| prev: 219r | next: 220r |
16.679 πολλὸν ἀπὸ πρὸ φέρων . λοῦσεν ποταμοῖο ῥοῇσι .
16.680 χρῖσεν τ’ ἀμβροσίῃ . περὶ δ’ ἄμβροτα εἵματα ἕσσε·
16.681 πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι ,
16.682 ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν· οἵ ῥά μιν ὦκα
16.683 κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ·
16.684 Πάτροκλος δ’ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας .
16.685 Τρῶας καὶ Λυκίους μετεκίαθε . καὶ μέγ’ ἀάσθη .1
16.686 νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν .1
16.687 ῆ τ’ ὰν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο :
16.688 ἂλλ’ αἰε ὶ τε Διὸς κρείσσων νόος ἠ ὲ περ ἀνδρός·1, 2
16.691 ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν·
16.692 Ἔνθα τίνα πρῶτον . τίνα δ’ ὕστατον ἐξενάριξας
16.693 Πατρόκλεις . ὅτε δή σε θεοὶ θάνατον δ’ ἐκάλεσσαν·
16.694 Ἄδρηστον μὲν πρῶτα· καὶ Αὐτόνοον . καὶ Ἔχεκλον .
16.695 καὶ Πέριμον . καὶ Ἐπίστορα . καὶ Μελάνιππον ·
16.696 αὐτὰρ ἔπειτ’ Έλασον . καὶ Μούλιον . ἠδὲ Πυλάρτην ·
16.697 τοὺς ἕλεν· οἱ δ’ ἄλλοι φύγαδε μνώοντο ἕκαστος·1, 2
16.698 Ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν
16.699 Πατρόκλου ὑπὸ χερσί . περὶ πρὸ γὰρ ἔγχεϊ θῦιεν .
16.700 εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου
16.701 ἔστη . τῷ ὀλοὰ φρονέων . Τρώεσσι δ’ ἀρήγων·
16.702 τρὶς μὲν ἐπ’ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο1
msA, 16.219v1, commenting on 16.686 νήπιος εἰδὲ ἔπος τὸ νήπιος καθεαυτὸ ουτ γὰρ μᾶλλον ἐμφαίνει τον ἐπισχετλιάζοντα ἁμαρτάνουσι δὲ οἱ συνάπτοντες ⁑
msA, 16.219v2, commenting on 16.688 ἀλλ’αἰεί τε Διὸς ὅτι τινὲς χωρὶς τοῦ ν γράφουσι κρείσσω , τὰδε τοιαῦτα συγκριτικὰ ἐπι τῆς ορθῆς σύν τῷ ν λέγεται καὶ τὸ κρεῖσσον ἐπι τοῦ κατα δύναμιν τίθησιν ὁ ποιητης ⁑
msA, 16.219v3, commenting on 16.697 τοὺς ἕλεν οἱ δ’ἄλλοι ὅτι ζηνόδοτος γράφει τοὺς έλες . ἀγνοεῖ δὲ ὅτι ἀπεστρεφε τὸν λόγον ἐκ τοῦ προς αὐτὸν ἐπι τὸν περι αυτοῦ καὶ πολλάκις ἀποστροφὰς ποιεῖται ⁑
msA, 16.219v4, commenting on 16.697 οἱ δ’ἄλλοι φύγαδὲ μνώοντο , τοῦτο οὐκ εἰσοδυναμεῖ τὸ εἰς φυγὴν ὡς τὸ ῆ ὁ μὲν φύγαδ’αὖθις ὑποστρέψας , ἀντι γὰρ αἱτιατικῆς , οὐ μετα τῆς εἶς . διὸ καί τινες ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου ἐστιν ἢτοι κατα μεταπλασμὸν γενομένης τῆς αιτιατικῆς ποιητικῶς ὡς σκέπην σκέπα φυγήν φύγα ἢ ὡς οἵεται ὁ Ἀσκαλονίτης ἀπευθείας τῆς φύξ ὡ Στύξ Στῦγας τοῦ δὲ ἐνθάδε παρέλκοντος . ἢ ἐπίρρημα εστι ταυτὸ σημαῖνον τῇ αιτιατικῇ ὡς καὶ ἄλλα παραγωγα ἐπίρρηματα ἰσοδυναμοῦντα τοῖς πρωτοτύποις- ἴδηθεν μεδέων δόρυ δ’ἔκβαλεν ἔκτοσε χειρὸς . ἀλλ’οῦν γε ὡς ἂν ἔχῃ , οὐκ εναντιοῦται τὸ τοῦ τόνου , ἤτοι γὰρ δύο τόνοι ἔσονται , φύγαδὲ ὡς οὔλυμπονδὲ ή ει ὡς άγρε δὲ τὸ γοῦν ἄλαδ’ἐλκομενάων δύναται καὶ δύο μερή λόγου εἶναι ὡς οἰκονδὲ ἐντελοῦς οὔσης τῆς αιτιατικης ὴ πάλιν κατα παραγωγὴν ὡς ἀγραδὲ ἅλαδὲ ταῦτα ὁ Ηρωιδιανὸς ἐν τῷ ΙΘ τῆς καθόλου ⁑
msAil, 16.219v1, commenting on 16.685@ἀάσθη ἐβλάβη
msAim, 16.219v1, commenting on 16.688 γραφεται ἀνδρῶν
msAim, 16.219v2, commenting on 16.702 ὅτι ἀγκῶνος τῆς γωνίας λε
msAim, 16.219v3, commenting on 16.704 βέλτιον τοῖς ἑξῆς τοῦτο συνάπτειν ⁑