Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 21r

Manuscript msA, page 21r

image

prev: 20v next: 21v

Iliad text

1.452 Κίλλάν τε ζαθέην· Τενέδοιό τε . ἶ̈φι ἀνάσσεις·image

1.453 ἤδη μέν ποτ’ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο·image

1.454 τίμησας μὲν ἐμέ , μέγα δ ἴ̈ψαο λαὸν Ἀχαιῶν ·image1, 2

1.455 ἠδ’ ἔτι καὶ νῦν μοι τόδ’ ἐπικρήηνον ἐέλδωρ·image

1.456 ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον·image

1.457 ὡς ἔφατ’ εὐχόμενος . τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων ·image

1.458 αὐτὰρ ἐπεί ῥ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο·image1

1.459 αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειρανimage1

1.460 μηρούς τ’ ἐξέταμον· κατά τε κνίσῃ ἐκάλυψανimage

1.461 δίπτυχα ποιήσαντες· ἐπ’ αὐτῶν δ`’ ὠμοθέτησαν·image1

1.462 καῖε δ’ ἐπὶ σχίζῃς ὁ γέρων· ἐπὶ δ’ αἴθοπα οἶνονimage1

1.463 λεῖβε· νέοι δὲ παρ’ αὐτὸν ἔχον πεμπώβολα χερσίν .image

1.464 αὐτὰρ ἐπεὶ κατὰ μῆρ’ ἐκάη καὶ σπλάγχν’ ἐπάσαντο·image1, 2, 3

1.465 μίστυλλον τ’ ἄρα τ’ ἄλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν·image1

1.466 ὤπτησάν τε περιφραδέως , ἐρύσαντό τε πάντα .image

1.467 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα .image1, 2

1.468 δαίνυντ’ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·image1

1.469 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο .image1, 2, 3

1.470 κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο·image1, 2

1.471 νώμησαν δ`’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·image1

1.472 οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱ̈λάσκοντο·image1, 2, 3

1.473 καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν .image1, 2

1.474 μέλποντες ἑκάεργον· ὁ δὲ φρένα τέρπετ’ ἀκούων·image1

1.475 ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε .image1

1.476 δὴ τότε κοιμήσαντο παρα πρυμνήσια νηός·image1, 2

Scholia text

msA, 1.1177, commenting on 1.459 ‡αὐέρυσαν μὲν πρῶτα εἰς τοῦπίσω ἀνέκλων τὸν τράχηλον τοῦ θυομένου ϊερείου ὡς προσέχειν εἰς οὐρανὸν τοῖς θεοῖς οἷς καὶ ἐθύοντο ὡς καὶ αὐτῶν όντων ἐν ουνω πάλιν δὲ τοῖς ἥρωσιν ὡς κατοιχομένοις ἔντομα ἔθυον ἀποβλέπων τὰ κάτω εἰς γῆν ⁑image

msA, 1.1178, commenting on 1.461 ὠμοθέτησαν ἀπο τῶν ωμῶν ἱερείων ἀπαρξάμενοι ἔκοψαν μικρὸν ἀπο παντὸς μέρους καὶ ἐπέθηκαν ἐπι τὰ μηρία ὡς δοκεῖν ὅλα τὰ μέλη τοῦ ιερείου καρποῦσθαι δι ὃ ἡ διπλῇimage

msA, 1.1179, commenting on 1.464 αὐτὰρ ἐπεὶ κατὰ μηρ’ ἐκάη Πτολεμαῖος τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε ἵνα Ϊακώτερον εκδέξηται τὸ κάη · καὶ Ἀρισταρχος δὲ οὕτως , δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρες ἐκθλίψεως γενομενης τοῦ α ὥσπερ καὶ ἐπι τοῦ ἐντελεστέρου αὐτοῦ ὁρῶμεν , η εἰ δη ποτέ τοι κατα πίονα μηρι ἐκηα . τὸ δὲ τοιοῦτο πολὺ παρα τῷ ποιητῇ λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάσσειν τὸ ῥῆμα καὶ συνάρχεσθαι τῷ ἐνεστῶτι , ἀπεφηνάμην δὲ ἐντελέστερον τὸ μηρίον τοῦ μηρον ἐκ γὰρ συγκοπῆς αὐτοῦ ἐγεγόνει ἐπεί τοι εὐθύνεται ὁ τόνος· τὰ γὰρ εἰς ος λήγοντα μεταπλασσόμενα εἰς οὐδέτερον γενος τὸ εἰς ον λῆγον τὸν αὐτὸν τόνον φυλάσσει ὁ ζυγός , τὸ ζυγόν τὰ ζυγά , δίφρος δίφρον δίφρα · ὅθεν εἰ καὶ μηρός καὶ μηρὸν καὶ μηρά εἰ δε μῆρα καὶ μήρους , εἰ δε δοίημεν ὅτι κυρίως τὰ ἁγιαζόμενα θεοῖς μῆρα καλεῖται τὸ περι τοῦ σημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματος τὴν λέξιν ἀπολύει ⁑image

msA, 1.1180, commenting on 1.465 ἄρα τ’ άλλα Πτολεμαῖος ὡς τ’ άργ’ ἄλλα ἡ μέντοι κοινὴ ἀνάγνωσις παραπληρωματικὸν ἔλαβε τὸν τε σύνδεσμον , ἐν ἐκείνῳ δὲ συνεσταλμένον τὸ α ἐφύλαξεν καθότι ήδη ἔθος ἐστὶ τῷ ποιητῇ ἐλλείπειν τοῖς ἄρθροις ⁑image

msA, 1.1181, commenting on 1.467 ἀὐτὰρ ἐπεὶ παύσαντο πόνου ὅτι πόνον τὸ επι τῆς ἱερουργιας ἔργον οὐδέποτε δὲ τὴν ἀλγιδόνα πόνον εἴρηκεν ⁑image

msA, 1.1183, commenting on 1.469 ἐξ έρον ἕντο τὸ μὲν ἔρον ὡς Αἰολικὸν ψιλωτέον ἠ καθ ὃ τὸ ε καὶ α προ τοῦ ρ φωνήεντος επιφερομένου ψιλοῦται τὸ δὲ ἕντο δασεώς ἔστι γὰρ παρα τὸ ἵ¨ημι β ao ἧν και εἷς ἡ μετοχή καὶ ἀφεῖς· έμαι , έμην ἕσο ἕτο ἕντο · ταῦτα δὲ καὶ πλεονάζουσι τὸ ϊ πολλαχοῦ ⁑image

msA, 1.1184, commenting on 1.470 κούροι μὲν κρητήρας· ἀρχαῖον ἔθος οἰνοχοεῖν τοὺς νέους δι ὃ καὶ παίδας μέχρι τοῦ νῦν τοὺς δούλους φαμεν καὶ Γανυμήδης καὶ Ἥβη ὑπηρέται θεῶν εἰσιν ⁑image

msA, 1.1186, commenting on 1.473 καλὸν ἀείδοντες ὅτι παιήονα οὐ τὸν Ἀπόλλωνα ἀλλὰ τὸν επι καταλύσει λοιμοῦ ὕμνον καὶ τὸ καλὸν ἀντι τοῦ καλῶς ⁑image

msA, 1.1187, commenting on 1.474 μέλποντες ἑκάεργον ἀθετεῖται ὅτι νομίσας τις τὸν Ἀπόλλωνα Παιήονα εἰρῆσθαι προσέθηκεν αὐτόν καὶ γίνεται δισσολογία προείρηκε γὰρ οἱ δὲ πανημέριοι μολπῇ θεὸν ϊλάσκοντο · ἀπο δὲ τοῦ εἰπεῖν τὸν ποιητὴν τὸ ὁ δὲ φρένα τέρπετ’ ἀκούων διδάσκει ἡμᾶς ὅτι πλέον τῶν θυσιῶν τέρπονται οἱ θεοὶ τοῖς οἰκείοις ἕκαστος ὕμνοις ⁑image

msAil, 1.1191, commenting on 1.454 μεγάλως ἔβλαψαςimage

msAil, 1.1192, commenting on 1.458 κριθὰςimage

msAil, 1.1193, commenting on 1.462 αντι τοῦ ἐπι σχιζῶνimage

msAil, 1.1194, commenting on 1.464 ἐγεύσαντοimage

msAil, 1.1195, commenting on 1.468 ἐνδεὴς ἤνimage

msAil, 1.1197, commenting on 1.469 εκορέσθησανimage

msAil, 1.1198, commenting on 1.471 διεμέρισανimage

msAil, 1.1200, commenting on 1.472 ὕμνῳ ωδη :image

msAil, 1.1201, commenting on 1.473 ειδος ωδῆςimage

msAil, 1.1203, commenting on 1.476 παρα τὰ ἀπόγια σχοινιαimage

msAil, 1.1204, commenting on 1.476 ἀπο θέματος τοῦ κοιμῶimage

msAim, 1.1189, commenting on 1.464 Ἀρισταρχος Ϊακῶς πασαντο ⁑image

msAint, 1.1190, commenting on 1.470 ὑπερ τὸ χειλος ἐπλήρωσαν ὡς δοκεῖν ἐστέφθαι τῷ ὑγρῷ ⁑image