Manuscript msA, page 21v
prev: 21r | next: 22r |
1.477 ἦμος δ`’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠὼς .1, 2, 3
1.478 καὶ τότ’ ἔπειτ’ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν ·
1.479 τοῖσιν δ’ ἴ̈κμενον οὖρον ἵ̈ει ἑκάεργος Ἀπόλλων ·1, 2, 3
1.480 οἱ δ’ ἱ̈στὸν στήσαντ’ . ἀνά θ’ ἱ̈στία λευκὰ πέτασσαν·1
1.481 ἐν δ’ ἄνεμος πρῆσεν μέσον ἱ̈στίον· ἀμφὶ δὲ κῦμα
1.482 στείρῃ πορφύρεον μεγάλ’ ΐαχε , νηὸς ἰ̈ούσης·1, 2
1.483 ἡ δ`’ ἔθεεν κατὰ κῦμα . διαπρήσσουσα κέλευθον·1
1.484 αὐτὰρ ἐπεί ρ’ ἵ̈κοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν .1
1.485 νῆα μὲν οἵ γε μέλαιναν ἐπ’ ἠπείροιο ἔρυσσαν
1.486 ὑψοῦ ἐπὶ ψαμάθοις . ὑπὸ δ’ ἕρματα μακρὰ τάνυσσαν·1, 2, 3, 4
1.487 αὐτοὶ δ’ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε·1
1.488 αὐτὰρ ὃ μήνιε , νηυσὶ παῤἥμενος ὠκυπόροισι1
1.489 διογενὴς , πηλέος υἱὸς , πόδας ὠκὺς Ἀχιλλεύς ·
1.490 οὔτέ ποτ’ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν .1
1.491 οὔτέ ποτ’ εἰς πόλεμον . ἀλλὰ φθινύθεσκε φίλον . κῆρ1
1.492 αὖθι μένων· ποθέεσκε δ`’ ἀϋτήν τε πτόλεμόν τε :1, 2
1.493 Ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠὼς ,1, 2, 3
1.494 καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴ̈σαν θεοὶ αἰὲν ἐόντες1
1.495 πάντες ἅμα· Ζεὺς δ’ ἦρχε· Θέτις δ’ οὐ λήθετ’ ἐφετμέων
1.496 παιδὸς ἑοῦ· ἀλλ’ ἥ γ’ ἀνεδύσατο κῦμα θαλάσσης·1, 2
1.497 ἠερίη δ’ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε·1, 2, 3
1.498 εὗρεν δ’ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων·1, 2, 3
1.499 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο ·1, 2, 3, 4
1.500 καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο· καὶ λάβε γούνων
1.501 σκαιῇ· δεξιτερῇ δ’ ἄρ’ ὑπ’ ἀνθερεῶνος ἑλοῦσα .1
msA, 1.1230, commenting on 1.486 ὑψοῦ ἐπι ψαμάθοις ψάμαθος καὶ ἡ ποταμία , οὕτως καλεῖται κείμενον ἐν ψαμάθοις Αἰσήποιο ⁑
msA, 1.1231, commenting on 1.488 αὐτὰρ ὃ μήνιε ὅτι Ζηνόδοτος ἠθέτηκεν ἕως τοῦ αὖθι μένων · τὸν δὲ οὐτ’ έποτ’ ἐς πόλεμον οὐδε ἔγραφεν ⁑
msA, 1.1232, commenting on 1.493 ἀλλ ὅτε δή ρ’ εκ τοιο Ἀρίσταρχος ὅτε δὴ ὡς δηλαδὴ παραλόγως ἀνεγίνωσκεν· Πάμφιλος δὲ τὸ ὅτε κατ ϊδίαν ἀναφορικον ἀναλόγως διαφέρει γὰρ τὸ ὄτε ὀξυνόμενον κατὰ τὴν πρώτην τοῦ ότε ἀρίστου· ὥστε ἐὰν θελήσῃ ὁ Ἀρίσταρχος ἀναγινώσκειν ὅτεδὴ ὡς δηλαδὴ πρῶτον τὴν μὴ οὖσαν χρῆσιν παρὰ τῷ ποιητῇ παραλήψεται· δευτερον τὸ σημαινόμενον παραφθείρει τὸ δε τοῖο προπερισπαστέον τὸ γὰρ τοῦ Θεσσαλικῶς παραυξηθεν ἐγίνετο τοῖο ὡς καλοῦ καλοῖο ⁑
msA, 1.1233, commenting on 1.493 ἀποφήνασθαι δεῖ ὅτι ὁ Ἡρῳδιανὸς ἐν τῇ Ϊλιακῇ προσῳδίᾳ διαλαμβάνων περι τοῦ ἀλλ ὅτε δή ρ’ εκ τοῖο λέγει ὅτι τοῦ ὅτε ὀξυτόνου ἀορίστου οὐκ έστιν ἡ χρῆσις παρα τῷ ποιητῇ ἐν μέντοι τῷ ἐννέα καὶ δεκάτῳ τῆς καθόλου τὸ ὡς Ἕκτωρ ὁτε μενον μετα πρώτοισιν φάνεσκεν ὀξυτόνως δεῖν φησὶν ἀναγινώσκεσθαι ⁑
msA, 1.1234, commenting on 1.496 ἀνεδύσετο παρατατικοῦ παθητικοῦ ὡς ἀπο τοῦ δύω ἐνεστῶτος τὸ παράγωγον δῦμι ὁ μελ δύσω καὶ ἐγένετο ὁ μέλλων ἐνεστῶς οὗ ὁ παθητικὸς δύσομαι , ὁ παρατατικὸς ἐδυσόμην ἐδύσετο ὥσπερ καὶ ἐκ τοῦ βῶ βιβῶ βίβημι ὁ μελ βήσω καὶ μετάγεται εἰς ἐνεστῶτα , οὗ παθητικὸς βήσομαι ὁ παρατατικὸς εβισόμην ἐβήσετο ⁑
msA, 1.1235, commenting on 1.497 ἠερίη δ’ ἀνέβη ὅτι οὕτως εἰρηκεν οὐχ ὡς τοῦ Ὀλύμπου ἐπ οὐνου ὄντος· ἀλλ επεὶ καὶ αἱ κορυφαὶ τοῦ όρους ὑπερ τὰ νέφη εἰσίν ὁ δὲ ὑπερ τα νέφη τόπος οὐρανος καλεῖται ὁμωνύμως τῷ στερεμνίῳ· ἀλλα καὶ ἐν οὐρανῷ καὶ ἐν Ὀλύμπω γεγονέναι αὐτὴν λεγει ⁑
msA, 1.1236, commenting on 1.498 εὐρύοπα ἤτοι μεγαλόφθαλμον παρα τοὺς ὦπας· ἠ μεγαλόφωνον παρα τὴν ώπα ὁ ἔστι τὴν φωνὴν· ψιλῶς μεγαλόφωνον ὡς τὸ ἐριβρεμέτης · ἠ μεγαλόφθαλμος διὰ τὸ προνοητικόν ⁑
msAil, 1.1241, commenting on 1.477 ἡ ἀπο τοῦ όρθρου γεννωμένη :
msAil, 1.1244, commenting on 1.480 τὴν οθόνην :
msAil, 1.1245, commenting on 1.482 τῆ τρόπηδι
msAil, 1.1246, commenting on 1.483 διαπερῶσα διερχομένη τὸν πλοῦν
msAil, 1.1248, commenting on 1.486 ἐρεισματα φυλάγματα
msAil, 1.1249, commenting on 1.487 ἐσκορπίζοντο
msAil, 1.1250, commenting on 1.490 ἀνεστρέφετο
msAil, 1.1252, commenting on 1.492 μάχην
msAil, 1.1253, commenting on 1.493 ἐξ εκείνου τοῦ χρόνου
msAil, 1.1254, commenting on 1.494 ἐπορεύοντο
msAil, 1.1255, commenting on 1.496 ανέδυ ἀνῆλθεν
msAil, 1.1256, commenting on 1.497 εωθινὴ ὀρθρινη
msAil, 1.1257, commenting on 1.498 χωρὶς
msAil, 1.1258, commenting on 1.498 θεῶν
msAil, 1.1259, commenting on 1.499 πολλὰς εξοχὰς ἔχοντος
msAil, 1.1260, commenting on 1.501 αριστερᾷ
msAil, 1.1261, commenting on 1.499 παροιμία
msAil, 1.1262, commenting on 1.499 τρὶς δὲ τριηκόσιαι κορυφαὶ νιφόεντος Ὀλύμπου
msAim, 1.1237, commenting on 1.484 Ἀρισταρχος κατα οὐ μετα καὶ χθιζὸς έβη κατὰ δαιτα ⁑
msAim, 1.1238, commenting on 1.497 ὅτι ἐν τῶ ἄκρω τοῦ Ὀλυμπου εστ ὁμώνυμος πολ Ὄλυμπος ⁑
msAint, 1.1239, commenting on 1.492 ἐχθο γὰρ τῆς ἀργίας ὁ ήρως φιλότιμος δὲ περὶ τὰς πράξεις ⁑
msAint, 1.1240, commenting on 1.499 ὅτι καὶ ἀρσενικῶς τὸ πολυδειραδος ὡς ἐντεῦθεν ⁑