Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 220r

Manuscript msA, page 220r

image

prev: 219v next: 220v

Iliad text

16.706 δεινὰ δ’ ὁμοκλήσας . ἔπεα πτερόεντα προσηύδα .image1

16.707 χάζεο διογενὲς Πατρόκλεις οὔ νύ τοι αἶσαimage1

16.708 σῶ ὑπο δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων .image

16.709 οὐδ’ ὑπ’ Ἀχιλλῆος . ὅςπερ σέο πολλὸν ἀμείνων-image

16.710 ὣς φάτο . Πάτροκλος δ’ ἀνεχάζετο πολλὸν ὀπίσσω .image1

16.711 μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος -image

16.712 Ἕκτωρ δ’ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους-image

16.713 δίζε γὰρ , ἠὲ μάχοιτο κατα κλόνον αὖτις ἐλάσσας .image

16.714 ἢ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν αλῆναι-image

16.715 ταῦτ’ άρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλωνimage

16.716 ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τεimage1

16.717 Ἀσίῳ . ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο .image

16.718 αὐτοκασίγνητος Ἑκάβης . υἱὸς δὲ Δύμαντος ,image

16.719 ὃς Φρυγίῃ ναίεσκε , ῥοῇς ἔπι Σαγγαρίοιο -image1, 2

16.720 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων -image

16.721 Ἕκτορ . τίπτε μάχης ἀποπαύεαι . οὐδέ τι σε χρή-image

16.722 αἴθ’ ὅσον ἥσσων εἰμὶ . τόσον σέο φέρτερος εἴην-image

16.723 τῶ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας-image

16.724 ἂλλ’ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους-image

16.725 αἴ κέν πως μιν ἕλῃς . δώῃ δέ τοι εὖχος Ἀπόλλων -image1

16.726 ὡς εἰπὼν . ὃ μὲν αὖτις ἔβη θεὸς ἀμ πόνον ἀνδρῶν-image

16.727 Κεβριόνῃ δ’ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρimage

16.728 ἵ+ππους ἐς πόλεμον πεπληγέμεν : αὐτὰρ Ἀπόλλωνimage

16.729 δύσεθ’ ὅμιλον ἰών . ἐν δὲ κλόνον Ἀργείοισινimage

16.730 ἧκε κακὸν . Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν-image

Scholia text

msA, 16.220r_1, commenting on 16.710 ‡ ὡς φάτο , Πάτροκλος δ’ ἀνεχάζετο πολλὸν οπίσσω : ὅτι Ζηνόδοτος γράφει τυτθὸν . ὁδε αὐτὸς στίχος καὶ ἐπι τοῦ Διομήδους κεῖτᾱι καὶ εὐλόγως ἐκεῖ μὲν γράφεται τυτθόν συμπάρεστι γὰρ ἡ Ἀθηνᾶ προτρεπομένη θεομαχεῖν ἐνθάδε δὲ πολλὸν . προεντέταλται γὰρ ὁ Ἀχιλλεύς μάλα τοῦ γέ φιλεῖ ἑκάεργος Ἀπόλλων ⁑image

msA, 16.220r_2, commenting on 16.719 αὐτοκασίγνητος Ἑκάβης : ὅτι Ὅμηρος τὴν Ἑκάβην Δύμαντος . ὁ δε Εὑριπίδης Κισσέωςimage

msA, 16.220r_3, commenting on 16.725 αἴ κεν πῶς μιν ἕλης- διαστολη μεν ἐστι βραχεῖα , ἐπι τὸ ἕλης κοινὸς γὰρ ὁ αἴ κεν σύνδεσμος . καὶ ἐπι τοῦ ἑξῆς , ἐὰν πως αὐτὸν ἕλης καί σοὶ δῷ τὴν νίκην ὁ Ἀπόλλων . δύναται δεὶ στίζεσθαι ἐπὶ τὸ ἕλῃς καὶ ἔχει ἦθος ⁑image

msAil, 16.220r_1, commenting on 16.747@δίζε ἀμφέβαλλεν ἐδίσταζεν ⁑image

msAim, 16.220r_1, commenting on 16.706 γρ προσέφη εκάεργος Αποimage

msAim, 16.220r_2, commenting on 16.707 Ἀρισταρχ ου νύπω αῖσαimage

msAim, 16.220r_3, commenting on 16.716 ουτ εἰσάμενος ἐπιφέρει γοῦν τῷ μιν ἐεισέμενοςimage

msAint, 16.220r_1, commenting on 16.719 οτ Ὅμηρος ἑτέραν τὴν Φρυγίαν τῆς Τροίας οῖδεν ⁑image