Manuscript msA, page 221r
| prev: 220v | next: 221v |
16.756 τὼ περὶ Κεβριόναο λέονθ’ ὡς δηρινθήτην-
16.757 ὥ τ’ ὄρεος κορυφῇσι . περι κταμένης ἐλάφοιο-
16.758 ἄμφω πεινάοντε . μέγα φρονέοντε μάχεσθον-
16.759 ὡς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς .
16.760 Πάτροκλός τε Μενοιτιάδης . καὶ φαίδιμος Ἕκτορ
16.761 ἵ+εντ’ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ .
16.762 Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν . οὐχὶ μεθίει-
16.763 Πάτροκλος δ’ ἑτέρωθεν ἔχεν ποδὸς . οἱ δὲ δὴ ἄλλοι
16.764 Τρῶες καὶ Δαναοὶ , σύναγον κρατερὴν ὑσμίνην-
16.765 ὡς δ’ Εὖρός τε Νότος τ’ ἐριδαίνετον ἀλλήλοιϊν1
16.766 οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην-
16.767 φηγόν τε , μελίην τε . τανύφλοιόν τε κράνειαν ,
16.768 αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους1
16.769 ἠχῇ θεσπεσίῃ . πάταγος δέ τε ἀγνυμενάων-1
16.770 ὡς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόντες
16.771 δῄουν . οὐδ’ ἕτεροι μνώοντ’ ὀλοοῖο φόβοιο-
16.772 πολλὰ δὲ Κεβριόνην ἀμφὶ ὀξέα δοῦρα πεπήγει .
16.773 ἰ+οί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες .
16.774 πολλὰ δὲ χερμάδια μεγάλ’ . ἀσπίδας ἐστυφέλιξεν1, 2
16.775 μαρναμένων ἀμφ’ αὐτόν- ὃ δε στροφάλιγγι κονίης1, 2
16.776 κεῖτο μέγας μεγαλωστὶ . λελασμένος ἱπποσυνάων-1
16.777 ὄφρα μὲν Ἠέλιος μέσον οὐρανόν ἀμφιβεβήκει .
16.778 τόφρα μὲν ἀμφοτέρων βέλε’ ἥπτετο . πίπτε δὲ λαὸς -
16.779 ἦμος δ’ Ἠέλιος μετενίσετο- βουλυτὸν δὲ .1, 2
16.780 καὶ τότε δή ῥ’ ὑπὲρ αῖσαν Ἀχαιοὶ φέρτεροι ἦσαν-
msA, 16.221r_1, commenting on 16.765 ὡς δ’ Εὑρός τε Νότος τ’ . ἡ παραγωγὴ προς τὸ συρράσσειν καὶ συμπλέκεσθαι ἀλλήλοις , ἐστιν οὖν ἰδίαν δια τῶν ἑπῶν δύο ἀνέμων μάχην , ἑκατέρου κρατεῖν βιαζομένου- ὅμοιον δέ εστι τὸ Βορέης καὶ Ζέφυρος ⁑
msA, 16.221r_2, commenting on 16.768 αἵ τε προς ἀλλήλας . ὅτι οὐκ εντέτακται ἡ ἀκὴ , καθάπερ ἐπι τοῦ ξίφους τανύηκες ἄορ , ἀλλα κατα παραγωγὴν τανυήκεας ὄζους , οἷον τανούς , ὡς κελενεφὲς αἷμα : τὸ δὲ τανυήκεας ὡς εὐμήκεας οὕτως ἀνεγνώσθη εἴπομεν δὲ ἐν ἑτέροις καὶ τὴν ἀφορμήν ⁑
msA, 16.221r_3, commenting on 16.775 ‡κεῖτο μέγας μεγαλωστὶ ὁ ἀστερίσκος ὅτι εἰς τὴν δευτέραν Νεκυΐαν μετάκειται οὐχ ὑγιῶς- καὶ ὅτι Ϊακῶς λελασμένος ἀντὶ τοῦ λελησμένος πρὸς τὸ ἐν καρὸς αἴσῃ ὅτι ἀντὶ τοῦ ἐν κηρὸς μοῖρα
msA, 16.221r_4, commenting on 16.779 βουλυτὸν δὲ . ἐπι τὴν ἑσπέραν , καθ ὃν καιρὸν οἱ βόες ἀπολύονται ⁑
msAim, 16.221r_1, commenting on 16.769 λ γινετ
msAim, 16.221r_2, commenting on 16.774 Αρίσταρχ δια τοῦ α εστυφελιξαν ⁑
msAim, 16.221r_3, commenting on 16.775 Αριστ ὁ δ’ ἐν στροφάλιγγι σὺν τῷ ν ⁑
msAim, 16.221r_4, commenting on 16.779 καθ ὃν καιρὸν οἱ βόες ἀπολύονται τῶν ἔργων ⁑
msAint, 16.221r_1, commenting on 16.774 βραχ διασταλτέον ἐπι τὸ μεγάλ’ ⁑
msAint, 16.221r_2, commenting on 16.776 επι το μεγαλωστι βραχὺ διαστ ⁑