Manuscript msA, page 222r
| prev: 221v | next: 222v |
16.806 στῆ δὲ ταφών- ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ
16.807 ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ1
16.808 Πανθοίδης Εὔφορβος . ὃς ἡλικίην ἐκέκαστο
16.809 ἔγχεΐ θ’- ἱπποσύνῃ τε- πόδεσσί τε καρπαλίμοισι .
16.810 καὶ γὰρ δή ποτε φῶτας ἐείκοσι βῆσεν ἀφ’ ἵππων1, 2
16.811 πρῶτ’ ἐλθὼν σὺν ὄχεσφι , διδασκόμενος πολέμοιο-
16.812 ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεις ἱππεῦ1, 2
16.813 οὐδ ἑδάμασσ’- ὁ μὲν αὖτις ἀνέδραμε . μίκτο δ’ ὁμίλῳ-
16.814 ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον- οὐδ’ ὑπέμεινε
16.815 Πάτροκλον γυμνόν περ ἐόντ’ ἐν δηϊοτῆτι-
16.816 Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς .
16.817 ὰψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων-
16.818 Ἕκτωρ δ’ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον
16.819 ὰψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ .1
16.820 ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας . οῦ ταδὲ δουρὶ
16.821 νείατον ἐς κενεῶνα . δια πρὸ δὲ χαλκὸν ἔλασσε-
16.822 δούπησεν δὲ πεσὼν . μέγα δ’ ἤκαχε λαὸν Ἀχαιῶν-1
16.823 ὡς δ’ ὅτε σῦν ἀκάμαντα λέων ἐβιῄσατο χάρμῃ .
16.824 ὥ τ’ ὄρεος κορυφῇσι μέγα φρονεόντε μάχεσθον
16.825 πίδακος ἀμφ’ ὀλίγης . ἐθέλουσι δὲ πιέμεν ἄμφω-
16.826 πολλὰ δέ τ’ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν .
16.827 ὡς πολέας πέφνοντα Μενοιτίου ἄλκιμον υἱὸν1
16.828 Ἕκτωρ Πριαμίδης . σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα-1
16.829 καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα-
16.830 Πάτροκλ’ . ῆ που ἔφησθα πόλιν κεραϊζέμεν ἁ_μήν .
msA, 16.222r_1, commenting on 16.807 ὤμων μεσσηγυς : ὅτι Ζηνοδοτος γραφει σχεδὸν οὔτασε Δάρδανος ἀνήρ - ἀγνοεῖ δὲ ὅτι ἐκ βολῆς τέτρωται ὡς δια τῶν ἑξῆς δεῖκνυται ὥς τοι πρῶτος εφῆκε βέλος ⁑
msA, 16.222r_2, commenting on 16.810 καὶ γὰρ δή ποτε φωτας : ὅτι σύνηθες ἢν τοῖς ἀρχαίοις ἁρματομαχεῖν ἐσφαιρωμένοις δόρασι χρώμενους καὶ ἀνατρέπειν ἐκ τῶν ὀχημάτων , ὁ δε Διονύσιος οὐκ επι μελέτης ἀλλ’ ὅτι ἀνεῖλεν πρῶτ’ αγώνων καὶ πρῶτως εἰς πόλεμον παραγενόμενος ⁑
msA, 16.222r_3, commenting on 16.810 καὶ γαρ δή ποτε φῶτας . δια τοῦ τ αἱ Ἀριστάρχου . καὶ γὰρ δὴ τότε . ὡς τῶν τότε μελετώντων τὴν τοαιαύτην ἄσκησιν ὥστε τὸν ἀντελάυνοντα- ἀναστρέψαι ἀπο τοῦ ὀχήματος ⁑
msA, 16.222r_4, commenting on 16.812 ὅς τοι πρῶτος ἐφῆκε βέλος , ὅτι βέβληται καὶ οὐκ οὔτασται , ὡς Ζηνόδοτος - βέλος γοῦν κέκληκεν δια τὸ βεβλῆσθαι καὶ προς τὴν ἀποστροφήν ⁑
msA, 16.222r_5, commenting on 16.822 δούπησεν δὲ πεσὼν ὅτι ἐκ τῶν τοιούτων ἀπεκδέξαντο οἱ Γλωσσογράφοι τὸ δουπῆσαι ἓν ἀνθ’ ενὸς ἀντι τοῦ ἀποθανεῖν ἀγνοοῦσι δὲ ὅτι οὐκ επι παντὸς θανάτου τάσσει τὴν λέξιν . ἀλλ’ επι τῶν ἐν πολέμῳ πυκτευόντων δια τὸν παρακολουθοῦντα φόβον ἐκ τῶν όπλων ⁑
msA, 16.222r_6, commenting on 16.827 ὡς πολέας πέφνοντα- ὡς τέμνοντα οὕτως καὶ Ἀρίσταρχος , ὁ δὲ Τυραννίων παροξύνει ὡς λαβόντα , δεύτερον ἀόριστον ἐκδεχόμενος . οὕτως δὲ καὶ τὴν εὐθεῖαν ὀξύνει . κῆρ’ άχεος μεθέηκα , χερείονά περ καταπεφνών Ἀριστάρχου τοῦ βαρύνοντος καί μοι δοκεῖ ὁ Τυραννίων λόγῳ ὑγιεῖ χρῆσθαι , εἰ γὰρ πέφνω πέφνεις πέφνει οὐ λέγομεν , ὑποτακτικὸς δὲ πέφνω , πέφνῃς πέφνῃ καὶ πέφνε γὰρ Ὀθρυονῆα , καὶ ἐστι δεύτερος ἀόριστος ὡς ἔλαβε λάβω λάβῃς λάβῃ δῆλονότι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν . ὁ μέντοι Ἀρίσταρχος . καὶ τῷ χαρακτῆρι τῆς φωνῆς ἐπείσθη , καὶ οὕτως ἐβάρυνεν- ἐπεὶ γὰρ αἱ εἰς νων λήγουσαι μετοχαὶ , ἔχουσαι προ τοῦ ν σύμφωνον κατ επιπλοκὴν , ἤτοι ἐβαρύνοντο ἢ περιεσπῶντο . οὐδέποτε δὲ ὠξύνοντο ὥσπερ ἔχει ἡ τέμνων κάμνων πίτνων . ἐδοκίμαζε καὶ τὴν πέφνων βαρύνειν οὐχι οξύνειν- εἰ δέ τις λέγοι διὰ τί γὰρ οὐ περισπᾷ διδαχθήσεται ἐκ τῆς κλήσεως . οὐ γὰρ πεφνοῦντα ἐροῦμεν ἢ πεφνῶντα ὡς νοοῦντα οὕτως δὲ καὶ ἡ ϊ μετοχὴ ἐβαρύνετο τῷ χαρακτῆρι καὶ τῇ ποιότητι τοῦ στοιχείου οὐ τῇ κλίσει τῇ τοῦ ἐνεστῶτος , ὥσπερ ἀπεδείξαμεν ⁑
msAil, 16.222r_1, commenting on 16.8184@πίδακοσ περι μικρᾶς πηγῆς
msAim, 16.222r_1, commenting on 16.819 οτ ὁμολογον τῷ βεβλῆσθαι αυτόν ⁑
msAint, 16.222r_1, commenting on 16.812 τὸ σὺν όχεσφιν ἑκατέροις δύναται προσδιδοσθαι ⁑
msAint, 16.222r_2, commenting on 16.828 οτ ουτ μὲν οὔτασεν , ὁδε Εὔφορβος βέβληκε ⁑