Manuscript msA, page 222v
| prev: 222r | next: 223r |
16.831 Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας .
16.832 ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν-
16.833 νήπιε- τάων δὲ πρόσθ’ Ἕκτορος ὠκέες ἵπποι
16.834 ποσσὶν ὀρωρέχαται πολεμίζειν . ἔγχεϊ δ’ αὐτὸς
16.835 Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω . ὅ σφιν ἀμύνω
16.836 ἦμαρ ἀναγκαῖον- σὲ δέ τ’ ἐνθάδε γῦπες ἔδονται-
16.837 ἆ δείλ’ . οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς .
16.838 ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ’ ϊόντι .
16.839 μή μοι πρὶν ϊέναι Πατρόκλεις ἱπποκέλευθε
16.840 νῆας ἐπι γλαφυρὰς . πρὶν Ἕκτορος ἀνδροφόνοιο
16.841 αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι-
16.842 ὥς που σε προσέφη- σοὶ δὲ φρένας ἄφρονι πεῖθε-1
16.843 τὸν δ’ ὀλιγοδρανέων προσέφης Πατρόκλεις ἱππεῦ .
16.844 ήδη νῦν Ἕκτορ μεγάλ’ εὔχεο . σοὶ γὰρ ἔδωκε
16.845 νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων . οἵ μ’ ἐδάμασσαν
16.846 ῥηϊδίως . αὐτοὶ γὰρ ἀπ’ ὤμων τεύχε’ ἕλοντο-
16.847 τοιοῦτοι δ’ εἴ πέρ μοι εείκοσιν ἀντεβόλησαν .
16.848 πάντές κ’ αὐτόθ’ όλοντο . ἐμῷ ὑπὸ δουρὶ δαμέντες-
16.849 ἀλλά με μοῖρ’ ὀλοὴ . καὶ Λητοῦς ἔκτανεν υἱός .
16.850 ἀνδρῶν δ’ Εὔφορβος . σὺ δέ με τρίτος ἐξεναρίζεις-1
16.851 ἄλλο δέ τοι ἐρέω . σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν-
16.852 οὔ θην οὐδ’ αὐτὸς δηρὸν βέῃ . ἀλλά τοι ἤδη
16.853 ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ
16.854 χερσὶ δαμέντ’ Ἀχιλῆος ἀμύμονος Αἰακίδᾱο-1, 2
16.855 ὡς ἄρα μιν εἰπόντα . τέλος θανάτοιο κάλυψε-
msA, 16.222v_1, commenting on 16.850 ἀνδρῶν δ’ Εὐφόρβως - ἡ διπλὴ προς τὸ ζητούμενον . τέσσαρας γὰρ προειπὼν ἐπιφέρει , σὺ δέ με τρίτος . τὴν δὲ κοινὴν πᾶσι παρεπομένην μοῖραν οὐκ αριθμεῖ αὐτοὺς δὲ τοὺς ἐπενεγκόντας αὐτῷ χεῖρας ⁑
msA, 16.222v_2, commenting on 16.849-16.850 πῶς τέσσαρας καταριθμήσας μοίραν Ἀπόλλωνα . Εὔφορβον . Ἕκτορα . ἐπιφέρει σὺ δέ με τρίτος ἐξεναρίζεις . ἔτι δὲ λέγειν ὅτι τὴν μοιραν οὐκ ἀτηρίθμησεν . ὡς κοινὴν πᾶσιν ἀνοις ἐπικείμενειν . ἔνιοι δὲ τὸ ἑξῆς οὕτως ἀποδιδόασιν . ἀλλα με μοῖρα ὀλοὴ καὶ Λητοὺς ἔκτανεν ὑιὸς ἀνδρῶν δ’ Εὔφορβος τρίτος . σὺ δέ με ἐξεναρίζεις - ἠ σὺ δέ με τρίτατος ἐξεναρίζεις ἵν’ ᾖ πολλοστός ⁑
msA, 16.222v_3, commenting on 16.854 χερσὶ δαμέντ’ Ἀχιλῆος . πόθεν ὁ Πάτροκλος οῖδεν ὅτι Ἀχιλλεὺς κτείνει τὸν Ἕκτορα . ὥσπερ Ἀχιλλεὺς ἀκούσας παρα Θέτιδος . ὅτι κατ Αρτέμωνα τὸν Μιλήσιον ἐν τῷ Περὶ ὀνείρων ὅταν ἀθροισθῇ ψυχὴ ἐξ ὅλου τοῦ σώματος προς τὸ ἐκκριθῆναι μαντικωτάτη γίνεται , καὶ Πλάτων ἐν καὶ γὰρ εἰμὶ ἐνταῦθα ἐν ᾣ μάλιστα ἀνον χρησμῳδοῦσιν ὅταν μέλλωσιν ἀποθανεῖσθαι ⁑
msAim, 16.222v_1, commenting on 16.842 ουτ δια τοῦ ε σε προσέφη ⁑
msAim, 16.222v_2, commenting on 16.854 ἐκ πλήρους τὸ δαμεντ Αρίσταρχος