Manuscript msA, page 223v
| prev: 223r | next: 224r |
17.1 οὐδ’ ἔλαθ’ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον1, 2
17.2 Πάτροκλος . Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι·1, 2, 3
17.3 βῆ δὲ δια προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ·
17.4 ἀμφι δ’ ὰρ αὐτῷ βαῖν’ , ὥς τις περὶ πόρτακι μήτηρ1, 2
17.5 πρωτοτόκος κινυρὴ , οὐ πρὶν εἰδυῖα τόκοιο·1, 2
17.6 ὡς περι Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος ·
17.7 πρόσθε δέ οἱ δόρυ τ’ έσχε καὶ ἀσπίδα πάντοσε , ΐσην·1
17.8 τὸν κτάμεναι μεμαὼς , ὅς τις τοῦ γ’ ἀντίος ἔλθοι·1
17.9 οὐδ’ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε1, 2
17.10 Πατρόκλοιο πεσόντος ἀμύμονος , ἄγχι δ’ ὰρ αὐτοῦ
17.11 έστη . καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον ·
17.12 Ἀτρείδη Μενέλαε , διοτρεφὲς . ὄρχαμε λαῶν .
17.13 χάζεο· λεῖπε δὲ νεκρόν· ἔᾱ δ’ ἔναρα βροτόεντα·
17.14 οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ’ ἐπικούρων1
17.15 Πάτροκλον βάλε δουρὶ κατα κρατερὴν ὑσμίνην·1
17.16 τῶ με , ἔα κλέος ἐσθλὸν ἐνι Τρώεσσιν ἀρέσθαι·
17.17 μή σε βάλω· ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι·1, 2
17.18 τὸν δὲ μέγ’ ὀχθήσας προσέφη· ξανθὸς Μενέλαος ·
17.19 Ζεῦ πάτερ , οὐ μὲν καλὸν . ὑπέρβιον εὐχετάασθαι .1
17.20 οὔτ’ οὖν παρδάλιος τόσσον μένος . οὔτε λέοντος .1
17.21 οὔτε συὸς κάπρου ὀλοόφρονος . οὗ τε μέγιστος1
17.22 θυμὸς ἐνι στήθεσσι περι σθένεϊ βλεμεαίνει·1
17.23 ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φορέουσιν·1, 2
17.24 οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱ̈πποδάμοιο1
17.25 ἧς ἥβης ἀπόνηθ’ , ὅτε μ’ ὤνατο καί μ’ ὑπέμεινε
msA, 17.1, commenting on 17.1 οὐδ’ ἔλαθ’ Ἀτρέος υἱὸν· Πατρόκλου πεσόντος πρὼτος αἰσθεται Μενέλαος φησὶ γὰρ ὃς κεῖται ἐμῆς ἔνεκ’ ἐνθάδε τιμῆς . καὶ ὅτι ὁμότροποι ἄμφω γὰρ ἥπιοι οἱδε Μενέλαος , οὐ μόνον προς τοὺς ἀπχόμενους ήπιος ἦν , ἀλλ’ ήδη καὶ προς τὸυς πολεμίους ὥστε Ἄδραστον ζωγρήσας σὼζειν ἐβούλετο ἢ ὅτι καὶ περ περι παντ παντα σπουδαῖος ὁρᾶται . δεόντος τον Μενέλαον εντῳ νῦν παρεισήγαγε καιρῷ , βοηθοῦντα καὶ ἀγωνιζόμενον . μάλιστα μεν δ α τὸ τετρῶσθαι τοὺς αριστεῖς . ἔπει ταδὲ καὶ δί καιον ἡγεῖτο τὸυς δι αυτων τελευτήσαντας μὴ κατ κατα λιπεῖν , ἀλλα βοηθεῖν παντὶ σθένει ⁑
msA, 17.2, commenting on 17.2 Τρώεσσι δαμεῖς . ἀμφίβολον πότερον Τρώεσσι συνήθως κατ’ ἐναλλαγὴν πτώσεως παρείληπται . ἀντι τοῦ Τρώων ὡς Αἴαντι δὲ μάλιστα ἀντι τοῦ Αἴαντος · καὶ ἔστιν δαμεῖς ἐν Τρώων δηϊοτῆ́τι ἐν τῇ τῶν Τρώων μάχῃ ὡς το ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθεὶς , οὕτως Τρώεσσι δαμασθεὶς ἀντι τοῦ ὑπὸ Τρώων . δαμείς δὲ δαμασθείς · η αυτὸ δὲ τοῦτο διχῶς ἤτοι ἐπιπεσόντων πάντων τῶν Τρώων δαμεὶς ἢ ὑφ’ Εκτορος ὥστε τὸ ἑνικὸν πληθυντικῶς ἐξενηνέχθαι καὶ Τρῶας κατα τὸ πληθτικὸν ἔφη τόν τε Ἔκτορα καὶ τὸν Εὔφορβον ὑφ οῦ μὲν γὰρ ἐβλήθη . ὑφ οῦ δὲ οὐτάσθη ⁑
msA, 17.3, commenting on 17.2 ἀμφι δ’ ὰρ’ αὐτῶ βαῖν’ , τὸ σημεῖον προς τὸ ὃς Χρύσην ἀμφιβέβηκας . πόρταξ δὲ καὶ πόρτις τὰ νέα τῶν βοῶν ἔκγονα δια τὸ σκιρτιτικὰ εἶναι· τὸ δὲ αὐτὸ πόρτις καὶ πόρις ὅρα δὲ καὶ τὰς ἔξωθ αὐξήσεις· οὐ γὰρ ἔφη ὅστις περὶ πόρτακι βοῦς · ἕστηκεν , ἀλλὰ μηρ τὸφιλοστοργότατον ὄνομα ⁑
msA, 17.4, commenting on 17.4 πρωτοτόκος κινυρὴ : ἡ οἰστρόφωνος κινύρασθαι γὰρ . τὸ θρηνεῖν· ὑφ ἓν δὴ προενεκτέον πρωτοτόκος κινυρὴ ἡ περι , τὸν τόκον κινυρά· τὸ δε πρωτοτόκος προ τέλους ἡ ὀξεῖα ἐστι γὰρ δραστικὸν καὶ μὴ ὑποπῖπτον τοῖς τρόποις τοῖς προπαροξύνουσιν· τὸ δε προπαροξυνόμενον δηλοῖ τὴν πρῶτος τεχθεῖσαν ⁑
msA, 17.5, commenting on 17.5 οὐδ’ ἄρα Πάνθου υἱὸς ὡς γὰρ ἐν κυνὴγεσίοις πρωτόλια τῷ πρώτῳ βαλόντι δίδοται οὕτω καὶ οὗτος τῶν ὅπλων ἀντιποιεῖται , εἰ γὰρ καὶ γεγύμνηται εἰκὸς αὐτῷ παρακεῖσθαι τὰ ὁπλα ⁑
msA, 17.6, commenting on 17.23 ἐϋμμελία· καὶ ἐπι τούτου προ τέλους ἡ ὀξεια ὁμοτονεῖ γὰρ τοῖς ἑνικοῖς τὰ εἰς αι λήγοντα πληθυντικὰ ἐπι τῶν εἰς ας καὶ εἰς ης ἰσοσυλλάβως κλινομείνων καὶ βραχεῖα παραληγομένων ⁑
msA, 17.7, commenting on 17.9 Πάτροκλον βάλε δουρὶ ὅτι βέβληται ὁ Πάτροκλος ὑπο τοῦ Εὐφόρβου καὶ οὐκ ούτασται , καθάπερ Ζηνόδοτος γράφει· σχεδὸν οὔτασε Δάρδανος ἀνήρ ⁑
msA, 17.8, commenting on 17.15 μη σε βάλω
msA, 17.9, commenting on 17.17 οὔτε συος κάπρου κατ επίτασιν ἀλκι τερος γὰρ ὁ κάπρος· δι ὃ ἐπὶ πᾶσι τέτακται οὐ κ’ἄλλα διὰ τὸ θυμικώτερον εἶναι τὸν κάπρον τῶν ἄλλων ζώων ἐπενήνοχε προς αὔξησιν καὶ ἔστιν σῦς μὲν τὸ γενικὸν , κάπρος δὲ τὸ εἰδικον , ἀπο τοῦ κάπτειν ⁑
msA, 17.10, commenting on 17.21 οὐδε μὲν οὐδε βίη τὸ σημεῖον Διονύσιος δια τὸν Ὑπερήνορα φησὶ . προ εἴρηται γὰρ Ἀτρείδης δ ἂρ’ ἔπειθ’ Ὑπερνορα ποιμείνα λαῶν ούτασε καὶ ἴ̈σως κατα τὸ σιωπώμενον ἐκεῖ αὐτὸν ὠνείδισυεν ⁑
msAil, 17.1, commenting on 17.1@οὐδ’ καθ υπερβατ ουκ ελ δὲ
msAil, 17.2, commenting on 17.4@πόρτακι δαμάλει
msAil, 17.3, commenting on 17.5@κινυρὴ οἰκτρά ὀδυρτικη
msAil, 17.4, commenting on 17.9@ἐϋμμελίης ὁ Εὐφορβος :
msAil, 17.5, commenting on 17.17@μελιηδέα προσηνῆ
msAil, 17.6, commenting on 17.22@βλεμεαίνει ἐπιρρώνυνται δεινὸν βλεπ πέποιθεν
msAil, 17.7, commenting on 17.23@ἐϋμμελίαι πολεμικαὶ
msAil, 17.8, commenting on 17.24@Ὑπερήνορος ἀδελφὸς Εὐφόρβου
msAil, 17.9, commenting on 17.25@ὅτε-ὤνατο ότε με ὕβρισεν :
msAim, 17.1, commenting on 17.7 οτ αντ ου ὅ εστ αὐτοῦ Ζηνοδ πρόσθε δε ου κακῶς :
msAim, 17.2, commenting on 17.14 έδει πρωτ ειπεῖν οὐ γάρ έστι προς ένα ἡ σύγκρισις προσ ὑπακουστέον δὲ τὸ εμοῦ ⁑
msAim, 17.3, commenting on 17.20 δια τοῦ α αἱ Ἀριστ παρδ
msAint, 17.1, commenting on 17.2 αντ τοῦ υπ Τρώων δαμασθείς ⁑
msAint, 17.2, commenting on 17.8 τοῦ Μενε ἡ τοῦ Πατρόκλου ὃ καὶ πιθανώτερον . ⁑
msAint, 17.3, commenting on 17.19 ὑπερβίως αὐχεῖν ο εστ υπ τὴν δύναμιν·