Manuscript msA, page 224r
| prev: 223v | next: 224v |
17.26 καί μ’ ἔφατ’ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν1
17.27 ἔμμεναι : οὐδέ ἑ , φημὶ πόδεσσί γε οἷσι κιόντα .1
17.28 εὐφρῆναι ἄλοχόν τε φίλην . κεδνούς τε τοκῆας·
17.29 ὥς , θην καὶ σὸν ἐγὼ λύσω μένος . εἴ κέ μευ ἄντα
17.30 στήῃς . ἀλλά σ’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω1
17.31 ἐς πληθὺν ϊέναι . μὴδ’ ἀντίος ΐστασ’ ἐμεῖο·
17.32 πρίν τι κακὸν παθέειν : ῥεχθὲν δέ τε νήπιος ἔγνω·1, 2
17.33 ὣς φάτο . τὸν δ’ οὐ πεῖθεν : ἀμειβόμενος δὲ προσηῦδα
17.34 νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ; ῆ μάλα τίσεις
17.35 γνωτὸν ἐμὸν . τὸν ἔπεφνες . ἐπευχόμενος δ’ ἀγορεύεις·1
17.36 χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο·1
17.37 ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας·1, 2, 3
17.38 ῆ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην .1, 2
17.39 εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε’ ἐνείκας
17.40 Πάνθῳ ἐν χείρεσσι βάλω . καὶ Φρόντιδι δίῃ·1, 2
17.41 ἀλλ’ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται·1
17.42 οὐδ έτ’ ἀδήριτος . ἥτ’ ἀλκῆς ἤτε φόβοιο·1, 2
17.43 ὣς εἰπὼν . ούτησε κατ’ ἀσπίδα πάντοσε , ί̈σην·
17.44 οὐδ’ ἔρρηξεν χαλκός· ἀνεγνάμφθη δέ οἱ αἰχμὴ1, 2
17.45 ἀσπίδ’ ἐνὶ κρατερῇ . ὃ δὲ δεύτερος ´ώρνυτο χαλκῷ
17.46 Ἀτρείδης Μενέλαος . ἐπευξάμενος Διῒ πατρί·
17.47 ὰψ δ’ ἀναχαζομένοιο , κατα στομάχοιο θέμεθλα
17.48 νὺξ’ ἐπὶ δ’ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·1
17.49 ἀντικρὺ δ’ ἁπαλοῖο δι’ αὐχένος ἤλυθ’ ἀκωκή·1
17.50 δούπησεν δὲ πεσὼν · ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ .1
msA, 17.11, commenting on 17.26 ‡ ὥς θην καὶ σὸν ἐγω : ὅτι ἄμεινον τὰ ἔπη ταῦτα λέγεται ὑπο Μενελάου ἐπι δὲ τῆς Ἀχιλλέως πρὸς Αἰνείαν συστάσεως οὐκέτι ἐπεξεληλυθὼς γὰρ μονον ουχὶ συναρπάσαι τὴν πόλιν ἕνεκα τῆς Πατρόκλου ἀναιρέσεως ⁑
msA, 17.12, commenting on 17.30 ἀλλά σ’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω ἐς πληθὺν ϊέναι : δια μέσου ἐστι τὸ μηδ αντίος ἵστασ’ εμεῖο : τὸ δὲ ἑξῆς ἀλλά σ’ εγωγε ἀναχωρήσαντ κελεύω ἐς πληθὺν ϊέναι πρίν τι κακὸν παθέειν δια μέσου δὲ τὰ λοιπὰ ⁑
msA, 17.13, commenting on 17.32 πρίν τι κακὸν παθέειν . ῥεχθεν δέ τέ νήπίος ἔγνω : φιλόσοφος ἡ γνώμη ὁ ἄφρων μετα τὸ περιπεσεῖν ἁμαρτήματι γινώσκει ὅτι κακῶς ἔπραξεν· ὁ δε φρόνιμος προπερισκέπτεται καὶ προπερινοεῖ τὰ ἐσόμενα διὸ ἐκλέγεται τὸ συμφέρον ἵνα μὴ ἁμαρτῃ μηδὲ μετανοῇ γενόμενος ἐν κακῷ· δια τοῦτο ὁ μεν Προμηθεὺς φρόνιμος δαίμων· ὁ δὲ Ἐπιμηθεὺς φαῦλος μετανοεῖ γὰρ ὅτ’ οὐδὲν ὄφελος ὅτι δὲ εἰς παροιμίαν παραδέδοται λέγει καὶ Πλάτων οὕτως δὴ καὶ σὺ λέγω ὦ Ἀγάθων μὴ ἐξαπατᾶσθε ὑπο τούτου ἀλλ απο τῶν ἡμετέρων παθημάτων γνόντα εὔλαβθῆναι καὶ μη κατὰ τὴν παροιμίαν ὥσπερ νήπιον παθόντα γνῶναι ⁑
msA, 17.14, commenting on 17.35 γνωτὸν ἐμόν ὅτι ἰδίως ἐξενήνοχεν ἔστι γὰρ μαλα τίσεις περι τοῦ εμοῦ γνωτοῦ δίκας περι οῦ ἔπεφνες ἀδελφοῦ τίσεις μου τὸν ἀδελφον ⁑
msA, 17.15, commenting on 17.37 ἀρητὸν δὲ τοκεῦσι ἥτοι βλαπτικὸν παρὰ τὴν ἀρὰν τὴν βλαβην ἠ κατάρατον ἢ ἀπευκτων ἠ ἀεί ρητόν ἀεὶ δια μνήμης ἐσόμενον ⁑
msA, 17.16, commenting on 17.37 ἄλλως ἑτέρως διαστεῖλαι ἐστὶν ἀρητὸν ἐν εὐχῆς μέρει καθεστῶτα σὺ πένθος ἔθηκας ἵν’ ᾖ κατ ἀρσενικὴν αἰτιατικὴν ἐπι τοῦ Ὑπεῥήνορος τὸν ἀρητόν ἢ οὕτως εἰς τοῦτο αὐτὸν κατέστησας ὥστε εὐχὴν ἡγεῖσθαι τὸ θρηνεῖν τῶν ἑαυτῶν παὶδα καὶ ἔχειν ἐξουσίαν σχολάζειν γόοις καὶ θρήνοις ⁑
msA, 17.17, commenting on 17.38-17.40 ἡ καὶ σφιν δειλοῖσι γόου καὶ τὰ ἑξῆς καταπαύσαιμι δ ὰν τοῦ θρήνου τοὺς ἀθλιους γονέας τοῦ Υπερήνορος εἰ ανέλω σε καὶ καρατομήσας δώσω τὴν κεφαλήν σου καὶ τὰ όπλα αὐτοῖς
msA, 17.18, commenting on 17.40 καὶ Φρόντιδι δίῃ· καὶ Φρόντιδι δίῃ· ὡς Ἥλιδι · οὕτως Τυραννίων καὶ ἐπείσθε ἡ παράδοσις· ὁ μέντοι κανὼν ὀξυτονεῖ τὸ φροντις · τὰ γὰρ εἰς τῆ̈ς λήγοντα θηλυκὰ δισύλλαβα μη όντα ἐπιθετικὰ παραληγόμενα δὲ τῷ ο ἤτοι μόνω ἢ συν ετέρῳ φωνήεντι ὀξύνεσθαι θέλει· κοιτίς προιτίς φροντίς οὐτίς τὸ ζῷον παρ’ Αλκμᾶνι , οὕτως οὖν καὶ φροντίς , εἰ μὴ ἄρα ἐπεὶ κύριον τοῦτο καὶ βαρυτονηθήσεται· οὐ μάχεται τὸ πόρτις καὶ γὰρ χωρὶς τοῦ τ πόριες περι βοῦς ἀγελαίας · μὴ ὄντα ἐπιθετικὰ πρόσκειται δια τὸ πότις ᾦ παράκειται τῳ πότης
msA, 17.19, commenting on 17.41 ἀλλ’ οὐ μὰν έτι δηρὸν τὸ ἔργον οὐκέτι ἀπείρατον ἔσται οὐδὲ ἄμαχον ὥστε ἡ ἀλκὴν ε̈πιδείξασθαι ἠ φυγήν· κατ ένια δὲ τῶν ὑπομνημάτων δια τοῦ \ π ἐπι δηρὸν ὁμοίως τῷ ἐπι δηρὸν δέ μοι αἰών ⁑
msA, 17.20, commenting on 17.41-17.42 ἀλλ’ οὐ μαν ἔτι δηρὸν· δια μέσου τὸ οὐδ έτ’ ἀδήριτος· τὸ δὲ ἑξῆς ἀπείρητος πόνος ἔσται ἤτ ἀλκῆς ήτε φόβοιο οἷον πειρασόμεθα ἤτοι ἀνδρείας ἢ φυγῆς , οὕτως Νικάνωρ ⁑
msA, 17.21, commenting on 17.47-17.49 ὰψ δ’ ἀναχαζόμενοιο στομάχου θέμεθλα : οὐ λέγει τὸ στόμα τῆς κοιλίας καθάπερ ἡμεῖς , ἀλλα τὸν βρόγχον οἷον τὰ ἔσχατα μέρη τοῦ λαιμοῦ ἐπιφέρει γ οὖν ἀντικρὺ δ’ ἀπαλοῖο δι αὐχένος . θέμεθλα δὲ ἡ θέσις ⁑
msA, 17.22, commenting on 17.48 νὺξ ἐπι δ’ αὐτ πρὸς τὸ αὐτὸ οὐ γάρ ἐστι περὶ ἑτέρου ὁ λόγος ὅμοιον τῷ ὁ δ’ ἐρεύγετο οἱνοβαρείων ἕτερος τις οὔκ ἀλλ’ αὐτὸς ὁ Κύκλωψ ⁑
No relations found for urn:cts:greekLit:tlg5026.msA.dipl:17.23
msA, 17.24, commenting on 17.49 ἀντικρὺ δ’ ἀπαλοῖο· τοῦτο ἀποδεικτικόν ἐστι τοῦ στόμαχον λέγειν τὸν βρόγχον· εἰ γὰρ τὸ στόμα τῆς κοιλίας ἐπεπλήγει οὐκ ἂν ἄντικρῦς δια τοῦ αὐχένος τὸ δόρυ ἐφέρετο . ⁑
msAext, 17.1, commenting on 17.42 ** ** ἢδ’αλκῆςἠδὲφόβφόβοιο
msAext, 17.2, commenting on 17.44 ** ** χαλκὸς
msAim, 17.4, commenting on 17.27 δια τοῦ τε οὐδέ τε Ἀρισταρχος ⁑
msAim, 17.5, commenting on 17.38 πεσπαστ τὸν η βεβαιωτικὸς
msAim, 17.6, commenting on 17.40 ἡ μηρ εστ αυτοῦ Φρόντις ὡς Θέτις ⁑
msAim, 17.7, commenting on 17.42 Ἀρισταρχ αμφότερα δια τοῦ δ ἠδ’ αλκῆς ἠδὲ φόβοιο ⁑
msAim, 17.8, commenting on 17.50 παραμυθία μεγστν εἰσφέρει τοῖς λυπουμένοις ὑπερ τοῦ Πατρόκλου ⁑
msAint, 17.4, commenting on 17.32 πιστὸν τὸ παίδευμ καὶ πολλῆς ὠφελείας πεεκτικον ⁑
msAint, 17.5, commenting on 17.36 όμοιον τὸ , , καὶ δόμος ἡμιτελης :
msAint, 17.6, commenting on 17.37 ἀρητόν τὰ εἰς τὸς ῥηματικὰ παραληγόμενα τὸ η ὑπὲρ β συλλα ὀξύνεσθ θέλει ⁑
msAint, 17.7, commenting on 17.38 ὅτι δειλοισιν ειπ αντ τοῦ δειλαίοις
msAint, 17.8, commenting on 17.44 ουτ Ἀριστ χαλκός αλλοι δὲ χαλκόι :