Manuscript msA, page 224v
| prev: 224r | next: 225r |
17.51 αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι·1, 2, 3
17.52 πλοχμοί θ’ . οἳ χρυσῷ τὲ καὶ ἀργύρῳ ἐσφήκωντο·
17.53 οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης1
17.54 χώρῳ ἐν οἰοπόλῳ . ὅθ’ άλις ἀναβέβροχεν ὕδωρ ,1, 2, 3
17.55 καλὸν . τηλεθάον . τὸ δέ τε πνοιαὶ δονέουσι
17.56 παντοίων ἀνέμων . καί τε βρύει ἄνθεϊ λευκῷ·
17.57 ἐλθὼν δ’ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ .
17.58 βόθρου τ’ ἐξέστρεψε . καὶ ἐξετάνυσσ’ ἐπὶ γαίῃ·
17.59 τοῖον Πάνθου υἱὸν , ἐϋμμελίην Εὔφορβον
17.60 Ἀτρείδης Μενέλαος ἐπεὶ κτάνε τεύχε’ ἐσύλα·
17.61 ὡς δ’ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς ,
17.62 βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη .
17.63 τῆς δ’ ἐξ αὐχέν’ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
17.64 πρῶτον . ἔπειτα δέ θ’ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει1
17.65 δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες ἄνδρές τε νομῆες1, 2, 3
17.66 πολλὰ μάλ’ ϊύζουσιν ἀπόπροθεν οὐδ’ ἐθέλουσιν1
17.67 ἀντίον ἐλθέμεναι μάλα γὰρ χλωρὸν δέος αιρεῖ .
17.68 ὣς τῶν οὔ τινι θυμὸς ἐνι στήθεσσιν ἐτόλμα
17.69 ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο·
17.70 ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοίδαο1
17.71 Ἀτρείδης , εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων ·1
17.72 ὅς ῥά οἱ Ἕκτορ’ ἐπῶρσε θοῶ ἀτάλαντον Ἄρηϊ ·
17.73 ἀνέρι εἰσάμενος , Κικόνων ἡγήτορι Μέντῃ .1, 2
17.74 καί μιν φωνήσας , ἔπεα πτερόεντα προσηύδα·
17.75 Ἕκτορ . νῦν σὺ μὲν ὧδε θέεις . ἀκίχητα διώκων1
msA, 17.25, commenting on 17.51 ‡ αἵματί οι δεύοντο : ὅτι Ζηνόδοτος γράφει Χαρίτεσσι μέλαιναι ἀδιανόητον ποιῶν οὐκ εἰκῆ ἐπεξεργασία τῆς κώμης ἀλλ’ επεὶ περι τῶν Πατρόκλου τριχῶν εἶπεν μιάνθησαν δὲ ἔθειραι εἰς ἐκδικίας καὶ παραμυθίαν ὡς εἴποι τίς παρέβαλε καὶ τὴν εὐμορφον κόμην
msA, 17.26, commenting on 17.51 πλοχμοίθ’ , οἱ ὑπο χρυσοῦ καὶ ἀργύρου συνεσφιγμένοι ῆσαν· τινὲς δὲ θέλουσι λείπειν τὸ ὠς , ἀλλα λανθάνουσιν οἱ βαρβάρου οὐκ ἐπι καλλωπισμῶν φέροντες τὸν χρυσὸν . ἀλλα λάφυρα τοῖς πολεμίοις
msA, 17.27, commenting on 17.51 Χαρίτεσσιν ὁμοιαι : ἀντι τοῦ ταῖς τῶν Χαρίτων κόμαις ἴσοι , ἀπίθανον δέ εστιν ἀμόρφωτος γῆ κώμη ἐι μὴ’ οὕτως Μακέδονες δὲ καὶ Κύπριοι χάριτας λέγουσι τὰσ συνευτραμμένας καὶ οὐλὰς μυρσίνας ἃς φαμὲν στεφανίτιδος ⁑
msA, 17.28, commenting on 17.53 οἶον δὲ τρέφει ἔρνος ἀνηρ : Ποσειδῶν καὶ Ἀθηνᾶ περι τῆς Ἀττικῆς ἐφιλονείκουν· καὶ Ποσειδῶν μὲν ἐπι τῆς Αττικῆς τῆς ακροπόλεως κρούσας τῇ τριαίνη κῦμα θαλάσσης ἐποιησεν Αθηνᾶ δὲ ἐλαίαν κριτὴς δὲ αὐτῶν γενόμενος Κέκροψ οἱ τῶν τόπων τῆς Αττικῆς βασιλεὺς τῇ θεῷ προσένειμε τὴν χωραν εἰπῶν· ὅτι θάλασσα μέν ἐστι πανταχοῦ τὸ δε φυτὸν τῆς ἐλαίας ἴ̈διον Ἀθηνᾶς ⁑
msA, 17.29, commenting on 17.54 ἀναβέβευχεν ὕδωρ : Ζηνόδοτος δια τοῦ ο ἀναβεβροχεν ὡς ἐκεῖ ἀλλ ὅτ’ ἀναβρίζειο θαλάσσης ⁑
msA, 17.30, commenting on 17.65 δηῶν , περισπαστέον ἐπεὶ καὶ ἐν ετέροις λέγει κατα διαίρεσιν σὺν τῷ ο ἔγχεϊ δηϊόων γέγονε δὲ παρὰ τὸ δήϊος · διὸ καὶ σὺν τῷ ῖ γράφεται τὸ δῃῶν ⁑
msA, 17.31, commenting on 17.65-17.66 ἰ̈ύζουσιν : οἱ νομῆες , οἱ δe κῦνες ὑλακτοῦσιν ⁑
msA, 17.32, commenting on 17.70 ἐνθά κε ῥεῖα φέροι : ὅτι τοὺς χρόνους ἐνήλλαχε καὶ τὰ ῥήματ ἔδει γὰρ φᾶναι τότε δ ἂν ῥαδίως ἔφερεν ⁑
msA, 17.33, commenting on 17.73 ἀνέρι εἰσάμενος : ὅτι τοῦτον τὸν Μὲντὴν ἐν τῷ Τρωϊκῷ διακόσμῳ οὐ παραδέδωκεν ἀλλα Εὔφημον μόνον Εὔφημος δ’ ἄρχε Κικόνων ἢν αἰχμητάων ὡς ἂν πλείοσιν ἡγεμόσι χρωμένων ⁑
msA, 17.34, commenting on 17.73 ἴσως δὲ ἄμοιβος ἢν νεωστὶ ἥκων· καὶ γὰρ προς τὸν ἐν τῇ , ὁμώνυμον Μέντην ἔτερος γὰρ Ταφίων βασιλεὺς Μέντης δὲ ὁ μενετικὸς ἐν τοῖς πολέμοις ⁑
msA, 17.35, commenting on 17.75 Ἕ·κτορ , νῦν σῦ μὲν ὦδε , μετα τὸ ὄνομα στικτέον προσαγορευτικὴ γάρ ἐστι τὸ δὲ ἀκάχητα φησὶ Ποσειδώνιον τὸν Ἀριστάρχου ἀναγνώστην τοῖς ἑξῆς προσνέμειν . καὶ τὸν Ἀρίσταρχον ἀποδέχεσθαι ⁑
msAil, 17.10, commenting on 17.54@ἀναβέβροχεν ἀνεφύσησεν
msAil, 17.11, commenting on 17.55@πνοιαὶ-δονέουσι τοῦτο ἢν το ἀνεμοστρεφες
msAil, 17.12, commenting on 17.65@δῃῶν διασπῶν διακόπτων
msAil, 17.13, commenting on 17.66@ϊύζουσιν τῶν κατ μίμησιν καὶ τουτ
msAim, 17.9, commenting on 17.54 εν ῶ μόνος τίς πολειτ :
msAim, 17.10, commenting on 17.65 καὶ δήϊοι οἱ πολέμιοι
msAim, 17.11, commenting on 17.71 τὸ αγάσσατ νῦν αντ τοῦ ἐφθόνησεν καὶ αντ τοῦ εθαύμασεν ⁑
msAint, 17.9, commenting on 17.64 λάπτει τῶν δὲ κατ μίμησιν ἡ λέξις ⁑