Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 225r

Manuscript msA, page 225r

image

prev: 224v next: 225v

Iliad text

17.76 ἵππους Αἰακίδαο δαί̈φρονος· οἳ δ̀’ ἀλεγεινοὶimage

17.77 ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ’ ὀχέεσθαιimage

17.78 ἄλλῳ γ’ . ἢ Ἀχιλῆϊ . τὸν ἀθανάτη τέκε μήτηρ·image

17.79 τόφρα δέ τοι Μενέλαος ἀρήϊος . Ἀτρέος υἱὸς .image

17.80 Πατρόκλῳ περιβὰς . Τρώων τὸν ἄριστον ἔπεφνε .image1

17.81 Πανθοίδην Εὔφορβον . ἔπαυσε δὲ θούριδος ἀλκῆς·image

17.82 ὡς εἰπὼν , ὁ μὲν αὖτις ἔβη θεὸς ἀμ πόνον ἀνδρῶν·image

17.83 Ἕκτορα δ’ αἰνὸν άχος πύκασε φρένας ἀμφιμελαίνας·image

17.84 πάπτηνεν δ’ ὰρ ἔπειτα καταστίχας , αὐτίκα δ’ ἔγνωimage

17.85 τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα , τὸν δ’ ἐπι γαίῃimage

17.86 κείμενον . ἔρρει δ’ αἷμα κατ’ ουταμένην ὠτειλήν·image1

17.87 βῆ δὲ δια προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ .image

17.88 ὀξέα κεκληγὼς φλογὶ είκελος Ἡφαίστοιοimage1

17.89 ἀσβέστῳ . οὐδ’ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·image

17.90 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·image

17.91 ώιμοι ἐγὼν . εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ .image1

17.92 Πάτροκλόν θ’ , ὃς κεῖται ἐμῆς ἕνεκ’ ἐνθάδε τιμῆς .image1

17.93 μή τις μοι Δαναῶν νεμεσήσεται , ὅς κεν ί̈δηται·image1

17.94 εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι .image1

17.95 αἰδεσθεὶς μή πως με περιστείωσ’ ἕνα69 πολλοί·image1

17.96 Τρῶας δ’ ἐνθάδε πάντας ἄγει κορυθαιόλος Ἕκτωρ ·image1

17.97 ἀλλὰ τίή μοι ταῦτα φίλος διελέξατο θυμός·image

17.98 ὁππότ’ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαιimage

17.99 ὅν κε θεὸς τιμᾷ . ταχά οἱ , μέγα πῆμα κυλίσθη·image

17.100 τώ μ’ οὔ τις Δαναῶν νεμεσήσεται , ὅς κεν ί̈δηταιimage

Scholia text

msA, 17.36, commenting on 17.80 ‡ Πατρόκλῳ περιβὰς , πρoς τὴν περίβασιν Τρῶς ’ ἄρα ὁ Εὔφορβος , ἀλλα καὶ Δάρδανος οἳ ἄρα Δάρδανοι Τρῶες , καὶ ὃτι ἀντι τοῦ τὸν ἐν τοῖς Τρωσὶν ἄριστον οὐ γάρ ἐστιν ὡς Μυρμϊδόνων τὸν ἄριστον ⁑image

msA, 17.37, commenting on 17.92 ‡ Πάτροκλον δ’ ὃς κεῖται ὅτι ἡ τιμὴ ἀντι τῆς τιμωρίας , καὶ νῦν τέτακται· ἕνεκα ἐμοῦ κεῖται τιμωρούμενος τοὺς Τρωας ⁑image

msA, 17.38, commenting on 17.93-17.95 ‡ εἰ δέ κεν Ἕτορι μοῦνος , ὑποστικτέον ἐπι τὸ αἰδεσθεις , στικτέον δὲ , ἐπι τὸ πολὺ , ὁ γὰρ λόγος ἐλλιπής ἐστι λείποντος τοῦ εὐλαβοῦμαι ἠ τινὸς τοιούτου ὡς καὶ ἐν τοῖς προκειμένοις μή τις μοι Δαναῶν ἔστι γὰρ τὸ πλῆρες εὐλαβοῦμαι μή με τῶν Ἑλλήνων μέμψηταί τις τὸν αὐτὸν τρόπον καὶ ἐνθαδε , ἐὰν δὲ μόνος ὦν Ἔκτορι καὶ Τρωσὶ μάχωμαι αἰδεσθεὶς . εὐλαβοῦμαι μή πως με περιστήωσ’ ἕνα πολλοὶ ὄντες ⁑image

msA, 17.39, commenting on 17.96 Τρῶας ἐνθάδε πάντας· εἰς τὸ πιθανὴν γενέσθαι τὴν ἀναχώρησιν προκατασκευάζει ⁑image

msA, 17.40, commenting on 17.98-17.99 ‡ ὁππότ’ ἀνὴρ ἐθέλῃ προς δαίμονα φωτὶ μάχεσθαι ‡ ὅτε ἀνηρ βούλεται ἀνδρὶ μάχεσθαι ὃν θεὸς τιμᾷ , πρὸς θν μάχεταιimage

msA, 17.41, commenting on 17.98-17.99 οππότ’ ανηρ : πῶς ἅμα πρὸς δαίμονα καὶ ἅμα φωτὶ μάχεσθαι , ἀλλα τὸ προς δαίμονα τοιοῦτόν ἐστιν ὡς λέγογεν πρὸς κῦμα ἐναντιούμενος δαίμονι · ὁ γὰρ φωτὶ μαχόμενος τῷ ὑπὸ θεῶν τιμωμένῳ ἢ ὑπὸ θεῶν ἀγαπωμένῳ αὐτῷ τῷ θω μάχεται τῷ εκείνων στέργοντι· ὁ Πίνδαρος . ἴσον μὲν θν , ἅνδρα τε φίλον ὑποτρέσαι ἐκέλευσεν ἐπ ἴσης τῶν τε θεῶν καὶ τῶν φίλων θω ἄνδρα θεοφιλῇ μη θαύμαζε γάρ φησιν ὁ Πλάτων ἠ ϊέρακες μὲν καὶ ἴβεις ἔχουσι τοὺς ὑπερασπίζοντας θεοὺς ἀνδρὸς δὲ ἀγαθοῦ οὐκ ἄν τις ὑπερασπίσαι·image

msA, 17.42, commenting on 17.98-17.99 ἄλλως , οὐκ ἄρα τῷ πολέμῳ οὐδε τοῖς Τρωσὶν ὑποχωρεῖ αλλα τοῖς θεοῖς ἐναντιοῦσθαι οὐ βούλεται· τὸ δε τῆς διανοίας οὕτως : τῷ φωτὶ ὅν κε θεὸς τιμᾷ πρὸς δαίμονά ἐστι μάχεσθαι ⁑image

msA, 17.43, commenting on 17.98-17.99 ὅν καὶ θς τιμᾷ ἡ ὑποστιγμὴ μετα τὸ τιμᾷ ὸ δὲ λόγος . ὁπότ ἄν τις βούληται παρα θυ γνώμην ἀνδρὶ μάχεσθαι , ὁφείλει ταχέως αὐτῷ κακὸν ἐπέρχεσθαι· τὸ γὰρ προς δαίμονα ἀντι τοῦ παρὰ θυ γνώμην ὡς καὶ πρὸς δαίμονά εἴ πως ἐρησθimage

msAim, 17.12, commenting on 17.95 Αρισταρχ δια τοῦ η πεστηῳσιimage

msAint, 17.10, commenting on 17.86 ὅτι παρητυμολόγησεν τὸ ὄνομαimage

msAint, 17.11, commenting on 17.88 μετα τὸ κεκλιγώ βραχ διασταλτ μαλλον γὰρ ἐμφαίνει ⁑image

msAint, 17.12, commenting on 17.91 τὸ εξῆς ἐστι κατλίπω διὸ ἀναστρεπτέον τὴν πρόθ ⁑image

msAint, 17.13, commenting on 17.93 αντ τοῦ νεμεσήσητ μέμψηταιimage

msAint, 17.14, commenting on 17.94 προσληπτέον τὸ εὐλαβοῦμαι ⁑image