Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 225v

Manuscript msA, page 225v

image

prev: 225r next: 226r

Iliad text

17.101 Ἕκτορι χωρήσαντ’ . ἐπεὶ ἐκ θεόφιν πολεμίζει·image1

17.102 εἰ δέ που Αἴαντός γε , βοὴν ἀγαθοῖο πυθοίμην .image

17.103 ἄμφω κ’ αῦτις ϊόντες ἐπιμνησαίμεθα χάρμης·image1

17.104 καὶ πρὸς δαίμονά περ , εἴ πως ἐρυσαίμεθα νεκρὸν .image

17.105 Πηλείδῃ Ἀχιλῆϊ . κακῶν δέ κε φέρτατον εἴη·image1, 2, 3, 4, 5

17.106 ἕως ὃ ταῦθ’ ὥρμαινε κατα φρένα καὶ κατα θυμὸν .image

17.107 τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δ’ ὰρ’ Ἕκτωρ ·image

17.108 αὐτὰρ ὅ γ’ ἐξοπίσω ἀνεχάζετο· λεῖπε δὲ νεκρὸν ,image

17.109 ἐντροπαλιζόμενος . ὥς τε λὶς ἠϋγένειος·image1

17.110 ὅν ρα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνταιimage1, 2

17.111 ἔγχεσι καὶ φωνῇ , τοῦ δ’ ἐν φρεσὶν ἄλκιμον ῆτορimage

17.112 παχνοῦται . ἀἕκων δέ τ’ έβη ἀπο μεσσαύλοιο·image1

17.113 ὡς ἀπο Πατρόκλοιο κίε ξανθὸς Μενέλαος .image

17.114 στῆ δὲ μετὰ στρεφθεὶς ἐπεὶ ἵ̈κετο ἔθνος ἑταίρων·image

17.115 παπταίνων Αἴαντα μέγαν . Τελαμώνιον υἱόν·image1

17.116 τὸν δὲ μάλ’ αῖψ’ ἐνόησε μάχης ἐπ αριστερὰ πάσηςimage

17.117 θαρσύνονθ’ ἑτάρους , καὶ ἐποτρύνοντα μάχεσθαι .image

17.118 θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων ·image

17.119 βῆ δὲ θέειν , εῖθαρ δὲ παριστάμενος ἔπος ηύδᾱ·image

17.120 Αἶαν · δεῦρο πέπον περὶ Πατρόκλοιο θανόντοςimage

17.121 σπεύσομεν· αἴ κε , νέκυν περ Ἀχιλλῆϊ προφέρωμενimage1

17.122 γυμνὸν· ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Ἕκτωρ ·image

17.123 ὣς ἔφατ’ . Αἴαντι δὲ δαί̈φρονι θυμὸν ὄρινε·image

17.124 βῆ δὲ δια προμάχων· ἅμα δὲ ξανθὸς Μενέλαος ·image

17.125 Ἕκτωρ μὲν Πάτροκλον , ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα .image1

Scholia text

msA, 17.44, commenting on 17.105 ‡ κακῶν δέ κε φέρτατὸν εἴη : ὡς ἐν κακοῖς τοῦτ ἂν εἴη φέρτατον τὸ ῥύσασθαι τὸν νεκρὸν τῷ Ἀχιλλεῖ ⁑image

msA, 17.45, commenting on 17.105 ἄλλως· εὰν πρὸς τῇ ἀναιρέσει καὶ τὴν τοῦ σώματος αἰκείαν ὑπομείνη ὁ Πάτροκλοςimage

msA, 17.46, commenting on 17.105 αλλ τῶν δε παρόντων κακῶν τοῦτο ἂν εἴη τὸ ἄριστον ἢ ἐκ πολλῶν τῶν προγεγονότων κακῶν τὸ ἄμεινον γένοιτο ⁑image

msA, 17.47, commenting on 17.109 ἐντροπαλιζόμενος ὥς τε λις : οὐκ ασθενεῖ ζώῳ παρέβαλεν οὐδὲ τῷ εἰωθότι φεύγειν ἀλλα τῷ ἀλκιμωτάτῳ ὃν φησὶν οὐκ ἀδικεῖσθαι τί προς τῶν ἀμυνομένων δρᾶσαι δὲ κωλύεσθαι ⁑image

msA, 17.48, commenting on 17.110 ἀπο σταθμοῦ δίωνται : δίωνται ὡς λέγωνται ἔστι δὲ καὶ απο τοῦ δίημι ἡ κλισις παρ αυτῷ ⁑image

msA, 17.49, commenting on 17.112 παχνοῦται αέκων δέ τε : ὅτι τὴν κατα αγρὸν ἔπαυλιν μέσσαυλον οἱ δὲ Ἀττικοὶ τὴν μέσην θύραν τῆς αὐλῆς τὴν διορίζουσαν τήν τε γυναικωνίτιν καὶ τὸν ἀνδρῶνα , τὸ δὲ παχνοῦται πήγνυται φρίσσει ἀπο τῆς μάχης δια τὴν αυλήν ⁑image

msA, 17.50, commenting on 17.115 παπταίνων Αἴαντα μέγαν : ὅτι πάλιν μέγαν εἶπεν τὸν Τελαμῶνος Αἴαντα · κατα σύγκρισιν τοῦ Ὀϊλιάδου εκεῖνος γὰρ μικρότερος μείων οὒ τί τόσος γε ὅσος Τελαμώνιος ⁑image

msA, 17.51, commenting on 17.121 σπεύσομεν προσεθηκεν Ἀχιλλεῖ εἰς μείζονα προτροπὴν καὶ γα̏ρ αἰσχρὸν ἦν τῷ Αἴαντι μάλλιστα ὑπο Αχιλλέως καταγνωσθῆναι μεθ’ ἢν αυτὸς ἄριστος ⁑image

msA, 17.52, commenting on 17.125 Ἕκτωρ μὲν Πάτροκλον ὅτι ἕοικεν παρεπιτιμῶντι ὁ Ἀρίσταρχος τῷ Ὁμήρῳ οὐ γὰρ αὐτὸς ἦν ὁ Έκτωρ ὁ σκυλεύσας τὸν Πάτροκλον · ἀλλ απ αυτοῦ περιόντος ἀφείλετο τὰ ὅπλα· οὑτός Ἀπόλλων · ὁ δε αὐτὸν γυμνὸν ἔτρωσεν : λῦσε δέ οι θώρηκα ἄναξ Δίος υἱὸς Ἀπόλλων · ὁ δὲ Διονύσις τὸ σημεῖόν φησὶν ὅτι ήλλακται πτῶσις , Πάτροκλον ἐπεὶ κλυτὰ· τευχε’ ἀπηύρα ἀντὶ τοῦ Πατρόκλου ⁑image

msAext, 17.3, commenting on 17.105 ** ** φερτερον image

msAim, 17.13, commenting on 17.101 αντ παραχωρήσαντ υπχωρήσαντ :image

msAim, 17.14, commenting on 17.103 Ζηνοδ ιόντε δκως ⁑image

msAint, 17.15, commenting on 17.110 ουτ διενται ὡς τίθενται μέμνητ ὁ Ηρωδιανος εν μ :image