Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 226r

Manuscript msA, page 226r

image

prev: 225v next: 226v

Iliad text

17.126 ἕλχ’ ἵ̈ν’ ἀπ’ ὤμοιϊν κεφαλὴν τάμοι , ὀξέϊ χαλκῷ .image1

17.127 τὸν δὲ νέκυν Τρωῇσιν ἐρυσσάμενος κυσὶ δοίη .image

17.128 Αἴας δ’ ἐγγύθεν ἦλθε , φέρων σάκος ἠύ̈τε πύργον·image1

17.129 Ἕκτωρ δ’ ὰψ ἐς ὅμιλον ἰ̈ὼν ἀνεχάζεθ’ ἑταίρων .image

17.130 ἐς δίφρον δ’ ἀνόρουσε· δίδου δ’ ὅ γε τεύχεα καλὰimage

17.131 Τρωσὶ φέρειν προτὶ ἄστυ μέγα κλέος ἔμμεναι αὐτῷ·image

17.132 Αἴας δ’ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψαςimage1

17.133 ἑστήκει , ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν·image1

17.134 ᾧ ῥά τε νήπι’ ἄγοντι συναντήσωνται ἐν ὕλῃimage1

17.135 ἄνδρες ἐπακτῆρες . ὁ δέ τε , σθένεϊ βλεμεαίνει·image1

17.136 πᾶν δέ τ’ ἐπισκύνιον κάτω ἕλκεται . ὄσσε καλύπτων·image1, 2, 3, 4

17.137 ὡς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει·image

17.138 Ἀτρείδης δ’ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαοςimage

17.139 ἑστήκει . μέγα πένθος ἐνι στήθεσσιν ἀέξων·image1

17.140 Γλαῦκος δ’ Ἱ̈ππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν·image

17.141 Ἕκτορ’ ὑπόδρα ἰ̈δὼν χαλεπῷ ἠνίπαπε μύθῳ·image1

17.142 Ἕκτορ . εἶδος ἄριστε . μάχης ἄρα πολλὸν ἐδεύεο·image1

17.143 ῆ , σ’ αύτως κλέος ἐσθλὸν ἔχει . φύξηλιν ἐόντα·image1

17.144 φράζεο νῦν . ὅππως κε πόλιν καὶ ἄστυ σαώσειςimage1

17.145 οἶος σὺν λαοῖσι τοὶ Ἰ̈λίῳ ἐγγεγάασιν·image

17.146 οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσινimage

17.147 εῖσι περὶ πτόλιος . ἐπεὶ οὐκ ἄρα τις χάρις ῆενimage

17.148 μάρνασθαι δηΐοισιν μετ’ ἀνδράσι , νωλεμὲς αἰεί·image

17.149 πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ’ όμιλον .image1

17.150 σχέτλι’ . ἐπεὶ Σαρπηδόν’ . ἅμα ξεῖνον καὶ ἑταῖρονimage

Scholia text

msA, 17.53, commenting on 17.126 ἕλχ’ ΐν’ ἀπ ώμοιϊν : ‡ ὅτι νῦν οἰκείως ἔχει τὴν ὄρεξιν ταύτην ὁ Ἕκτωρ ἕλκειν ἵνα ἀφέληται τὴν κεφαλήν · τὸ δὲ σῶμα τοῖς κυσὶ ῥίψει οὐδέπω γὰρ ὁ Γλαῦκος ὠνείδισεν αὐτὸν ὡς ἀμελοῦντα τῶν συμμάχων ὅτι τὸ Σαρπηδόνος σῶμα υπ τοῖς Ἀχαιοῖς ἀφῆκεν γενέσθαι δεῖν οὖν πολεμήσαντα καὶ ἀνθελκύσαντα τὸν Πάτροκλον ῥυσιᾶσαι μέχρι ἂν αποδώσιν ἐκεῖνοι τὸν νεκρὸν τοῦ Σαρπηδόνος καὶ τὰ τεύχη ἀντικομίζόμεν τὸν Πάτροκλον δοκοῦσι γὰρ τὸν Σαρπηδόνα ὑπο τῶν Ἀχαιῶν ῆρθαι καὶ κεῖσθαι ἐπι τῶν νεῶν , οὐκ εἰδότες ὅτι ὑπο Ἀπόλλωνος εἰς Λυκίαν ἀναρπασθεὶς ἀποκεκόμισται· ὁ δὲ Ὅμηρος ἵν’ ἐπιφανῆ τὸν αγῶνα ποιήσῃ τὸν ἐπὶ τοῦ σώματος Πατρόκλου ταῦτ ὑπέθετο οἵ δε γὰρ Τρῶες ὡς ὑπο Σαρπηδόνος κινδυνεύειν κρίνουσιν οἵ τε Ἀχαιοὶ τὸν Σαρπηδόνα οὐκ έχονε̈ς μάχονται ὑπερ τῆς αἰκειας τοῦ Πατρόκλου χαλεπὴ ἡ αίκεία καὶ σύγγνωστος ὁ Ἀχιλλεὺς αἰκιζόμενος τὸν Ἕκτορα ὑπ ἐκδικία τοῦ φίλου χαλεπώτερον γὰρ τὸ ἄρξαι τινὸς ἀδικήματος ⁑image

msA, 17.54, commenting on 17.132 Αἴας ἀμφι Μενοιτιάδ : οὗτος ὥσπερ τεῖχος εις σκεπην τῷ σώματι τοῦ Πατρόκλου τὸ σάκος προβέβληται ⁑image

msA, 17.55, commenting on 17.134-17.136 ἑστήκει ὡς τίς τε λέων παρα Ζηνοδότῳ καὶ ἐν τῇ Χίᾳ οὐκ’ ἦσαν οἱ Γ στίχοι ἴσως φασὶν ἕνιοι ὅτι οἱ ἄρσενες λέοντες οὐ σκυμναγωγοῦσιν ἀλλὰ θήλειαι μόναι . κατa δὲ τὸ ἀρσενικὸν καὶ ἐπι τῆς θηλείας τέτακται ὁ λέων καὶ ἔστιν ἐπίκοινον· ἔστι γάρ τινα ὀνόματα ἀρσενικὰ ἃ καὶ επι θηλυκῶν τάσσεται καὶ θηλυκὰ ἃ καὶ επ αρσενικῶν οἷον ἱέραξ μὲν καὶ ἐπ άρσενος και θηλείας τάσσεται· πάρδαλις δὲ θηλυκὸν ὄνομα καὶ ἐπ ἀρσενικος τίθεται· οὐκ οὖν κατα μὲν τὴν ἡμετέραν συνήθειαν λέων μὲν λέγεται ὁ ἄρσην λέαινα δὲ ἡ θήλεια· κατ δὲ τὸν Ὅμηρον μήπω τὴν λέαιναν εἴθισται ἀλλα τὸ ἀρσενικὸν μόνον διὸ εἲπιν ἀρσενικῷ ἄρθρῳ χρώμενον· ᾧ ῥά τε νήπι’ ἄγοντι οὐχὶ ᾔ ρα τε νήπι’ ἀγούσῃ ὁ δὲ Ἀντίμαχος ἐκ τούτου πλανηθεὶς , ᾠήθη καὶ τὸν ἄρσενα σκυμναγωγεῖν· τὸ μέγεθος δὲ Αἴαντος ὑποφαινει ἡ παραβοων ⁑image

msA, 17.56, commenting on 17.134 ᾧ ρά τε νήπι’ άγοντι : ᾧ ἐπι μὲν τῆς Μενελάου εἰκόνος τὴν φιλοστοργίαν τῆς βοὸς παρέλαβεν· ἐπι δὲ τῆς τοῦ Αἴαντος τὸν ἄλκιμον ⁑image

msA, 17.57, commenting on 17.136 ἐπισκύνιον : τὸ ἐπάνω τῶν οφθαλμῶν μέρος ἤ τοι τὸ τοῦ δέρματος συν οφρύωμα τοῦ μετώπου ὅθεν καὶ σκύζεσθαι τὸ οργίζεσθαι δια τὸ ἐνδιάθετον γίνεσθαι τοῦτο τὸ μερος τοῖς οργιζομένοις ⁑image

msA, 17.58, commenting on 17.136 πᾶν δέ τ’ ἐπισκύνιον : ἱστόρηται τοῦτ ἐπι τῆς ἀληθείας , φασὶ γὰρ ὅτ ἂν ἐμπέσῃ λέων ἔχων σκύμνους . μαχόμενον αὐτὸν προς τοὺς κυνηγοὺς κατανεύειν καὶ καλύπτειν τὰ φάη ὅπως μὴ θεωρῶν τὰ ἐπιφερόμενα βέλη δειλιάσας καταλίπει τὸ τέκνονimage

msA, 17.59, commenting on 17.136 ἕλκεται ὄσσε καλύπψων : ἕλκεται ἔφη ἀντι τοῦ έλκει · καλύπτων δέ ὁ λέων διὸ καὶ δια τοῦ ν γράφεσθαι συνεφώνουν ἅπασαι ⁑image

msA, 17.60, commenting on 17.142 Ἕκτορ εἶδος ἄριστε : μάλιστα τὸν Ἕκτορα ἔμελλε κινεῖν καὶ τοῦτο ἦν ἀναγκαῖον τούτῳ πρώτῳ χρῆσθαι ⁑image

msA, 17.61, commenting on 17.143 ἡς’ αὐτὸς κλέος ἐσθλὸν : παράγωγον φύγάδα ὄντα καὶ δειλὸν καὶ τὸ φεύγειν καὶ τὸ ἀλεᾶσθαι ἔγκειται ἐν τῇ λέξει· περισπαστέον δὲ τὸν η εἴ τε θαυμαστικῶς εἴ τε βεβαιωτικῶς κεῖται ⁑image

msA, 17.62, commenting on 17.149 πῶς κε σ . ὺ χείρονα φῶτα σαώσηας μεθ’ ὅμιλον : δια τοῦ ν μεθ ὅμιλον · παρὰ δε Ζηνοδότῳ μεθ’ ομίλου καὶ λόγον ἔχει ἀντι τοῦ ἔξω ὁμίλου ⁑image

msAil, 17.14, commenting on 17.128@ἐγγύθεν αντ ἐγγύςimage

msAil, 17.15, commenting on 17.136@ἐπισκύνιον τὸ υπ τὰς ὀφρῦς δέρμα :image

msAim, 17.15, commenting on 17.133 οτ χω τοῦ ϊ ἑστήκειimage

msAim, 17.16, commenting on 17.144 ουτ Αριστ αλλοι δὲ σαώσῃς διὰ τοῦ η ⁑image

msAim, 17.17, commenting on 17.150-17.151 σχέτλι’ αγνοοῦσι τὰ ᾠκονομημένα πε τοῦ Σαρπηδόνος Ἀπόλλωνι ⁑image

msAint, 17.16, commenting on 17.135 κυνηγοί· ἀπο τοῦ ἐπα̋γειν τοὺς κύνας ⁑image

msAint, 17.17, commenting on 17.139 ἑξω τοῦ ϊimage