Manuscript msA, page 226v
| prev: 226r | next: 227r |
17.151 κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κῦρμα γενέσθαι ,1
17.152 ὅς τοι πολλ`’ ὄφελος γένετο πτόλεί̈ τε καὶ αὐτῷ1
17.153 ζωὸς ἐών· νῦν δ’ οὔ , οἱ , ἀλαλκέμεναι κύνας ἔτλης·1, 2
17.154 τῶ νῦν . εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν
17.155 οἴκαδ’ ΐμεν , Τροίῃ δὲ πεφήσεται αἰπὺς όλεθρος·1, 2
17.156 εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη .
17.157 ἄτρομον . οἷόν τ’ ἄνδρας ἐσἔρχεται . οἳ περι πάτρης
17.158 ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο .
17.159 αῖψά κε Πάτροκλον ἐρυσαίμεθα . ΄ Ϊλιον εἴσω·
17.160 εἰ δ’ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
17.161 ἔλθοι τεθνηὼς . καί μιν ἐρυσαίμεθα χάρμης .1, 2
17.162 αῖψά κεν Ἀργεῖοι , Σαρπηδόνος ἔντεα καλὰ
17.163 λύσειαν· καί κ’ αὐτὸν ἀγοίμεθα Ἴ̈λιον εἴσω·1, 2
17.164 τοίου γὰρ θεράπων πέφατ’ ἀνέρος , ὃς μέγ’ ἄριστος
17.165 Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες·
17.166 ἀλλὰ σύ γ’ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας1
17.167 στήμεναι ἄντα . κατ’ ὄσσε ἰ̈̈δὼν δηί̈ων ἐν ἀϋτῇ .
17.168 οὐδ’ἰ̈θὺς μαχέσασθαι . ἐπεὶ σέο φέρτερός ἐστι·
17.169 τὸν δ’ ὰρ’ ὑπόδρα ἰ̈δὼν προσέφη κορυθαιόλος Ἕκτωρ ·
17.170 Γλαῦκε . τίη δε σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες .1, 2
17.171 ὢ πόποι ῆ τ’ ἐφάμην σε περὶ φρένας ἔμμεναι ἄλλων1, 2
17.172 τῶν· ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι .1
17.173 νῦν δέ σευ , ὠνοσάμην πάγχυ φρένας . οἷον ἔειπες .1
17.174 ὅς τέ με , φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι·1, 2
17.175 οὔ τοι ἐγὼν , ἔρρῑγα μάχην . οὐδὲ κτύπον ἵππων
msA, 17.63, commenting on 17.151 ‡ κάλλιπες , ἡ διπλῆ ὅτι τὰ ἐλώρια οὐκ εστι βρώματα ὡς οἱ γλωσσογράφοι ἀλλ’ ἐλκύσματα ⁑
msA, 17.64, commenting on 17.153 ζῳὸς ἐὼν ὅτι ὑπόνοια τοῖς Τρωσὶν ἐγένετο ὡς κυνοβρώτου τοῦ σώματος ἐσομένου εἰ μη τὸν Πάτροκλον ἀνθελκύσαιεν καὶ ὑφ αυτοὺς ἔχοιεν εἰς αντ ἀπόδοσιν τὴν περι Σαρπηδόνος ἄριστος γὰρ οὗτος ὥστε μὴ ἀμεληθῆναι· τὴν ἀνακομιδὴν τοῦ σώματος αὐτοῦ ἐξ οῦ συνέβαινεν ἀνταποδιδοσθαι τὸν Σαρπηδόνα διὸ ἐπιφέρει τοίου γὰρ θεράπων πέφατ’ ἀνδρὸς ὃς μέγ’ ἄριστος Ἀργείων παραυ νηυσὶ ⁑
msA, 17.65, commenting on 17.154-17.155 τῶ νῦν εἴ τις ἐμοὶ Λυκίων : ἤτοι ὑποστικτέον ἀνδρῶν ἵνα στίζωμεν ΐμεν . ὁ δὲ λόγος εἴη διόπερ εἴ τίς μοι πεισθείη τῶν Λυκίων οἵκαδὲ πορευσόμεθα· ἢ ὑποστικτέον ἐπι τὸ ΐμεν ἵν’ ᾖ ἀπαρέμφατον· ὁ δὲ δὲ σύνδεσμος περισσεύει· Τροιη δὲ τοῦ λόγου τοιούτου γινομένου δι ὅπερ νῦν εἴ τις μοι πεισθείη τῶν Λυκίων οἴκαδὲ ὑποστρέφειν· ἀπόλοιτο ἂν ἡ Τροία
msA, 17.66, commenting on 17.155 οἴκαδ’ ἴ̈μεν , Τροίῃ δὲ πεφήσεται τὸ πεφήσεται οὐκ έστιν ὅμοιον τὸ πέφαται δ’ ώριστος Ἀχαιῶν · ἀλλα πεφήσεται ὄλεθρος φανήσεται ⁑
msA, 17.67, commenting on 17.163 ‡ λύσειαν καί κ’ αὐτὸν : ὅτι οὐ κ’ ἴσασιν οἱ περι τὸν Γλαῦκον εἰ ἀποκεκόμισται ὁ Σαρπηδὼν εἰς Λυκίαν ὑπο τοῦ Ὕπνου καὶ τοῦ Θανάτου διο φησιν ἀντιρυσιᾶσαι τὸν Πάτροκλον ἔως ἂν κομίσαι τὸν Πάτροκλον ⁑
msA, 17.68, commenting on 17.163-17.164 καί κ’ αὐτὸν ἀγοίμεθα . οὐ τὸν Πάτροκλον ταχέως ἂν ἀπολυτρωθείη τὸ σῶμα τοῦ Σαρπηδόνος , πῶς . διδάξει δια τῶν ἐπιφερομένων· τοίου γὰρ θεράπων πέφατ’ ἀνέρος οὐκ ὰν έναδιαφοροῖεν ἐν τῇ αἰκείά , τοῦ Πατρόκλου . δια τὸ εἶναι αὐτὸν ὑπερέχοντος ἀνδρὸς θεράποντα , ἀλλα ταχέως ἂν ἀπολυτρώσαιεν τὸν Σαρπηδόνα ἵνα καὶ αὐτοὶ κομίσωνται τὸν Πάτροκλον ⁑
msA, 17.69, commenting on 17.166 οὐκ εταλασσας , οὐχ ὑπέμεινας ἀπο τούτου καὶ τλήμων ὁ ὑπομενητικός ⁑
msA, 17.70, commenting on 17.170 γλαῦκε τίη δὲ συ· προς τὰ ῥηθέντα οὐδὲν ἀποκρίνεται ὡς ὑβρισμένος δὲ ἀγανακτεῖ ⁑
msA, 17.71, commenting on 17.172 τῶν ὅσσοι Λυκίην : μεμείωκε τὴν ἔμφασιν καὶ τὰ τοιαῦτα εἴωθεν ἀθετεῖν ὁ Ἀρίσταρχος . ⁑
msA, 17.72, commenting on 17.173 νῦν δε σεῦ ὡνοσάμην : παρα Ζηνοδότῳ , νῦν δέ σε ἔξω τοῦ υ , ὅτι νῦν μὲν ορθῶς ἔχει· ἐν δε τῇ Ξ κακῶς ἐντευθεν μετενήνεκται ⁑
msA, 17.73, commenting on 17.174 ὅς τε με φῂς : ἀξιοῖ ὁ Ἀσκαλωνίτης ἀναγινώσκειν δισυλλάβως ἐπι αορίστου χρόνου . ὁ μέντοι Ἀλεξίων μονοσυλλάβως , ἐπι ενεστῶτος χρόνου δι’ ὸ καὶ σὺν τῷ γράφεσθαι· τοῦτο δὲ ἀπαιτεῖ , καὶ ἡ διάνοια καγὼ δὲ συγκατατίθεμαι , διὸ ἐν τῇ συντάξει ἐγκλιτέον· ὀξύνεται γὰρ ἐπι ἐνεστῶτος χρόνου ⁑
msAil, 17.16, commenting on 17.141@ὑπόδραϊδὼν παραστρόφοις τοῖς ὀφθαλμοῖς ⁑
msAil, 17.17, commenting on 17.155@πεφήσεται φανερος γενήσεται :
msAil, 17.18, commenting on 17.161@ἔλθοι-τεθνῃὼς αντ τοῦ κομισθείη
msAim, 17.18, commenting on 17.152 πολλαχῶς ὠφέλημα
msAim, 17.19, commenting on 17.161 ουτ δια τοῦ η τεθνῃὼς ·
msAim, 17.20, commenting on 17.163 οτ ἐπι αψύχων τὸ αγοίμεθ ⁑
msAim, 17.21, commenting on 17.171 παρα Ζηνοδ ὦ πέπον , ου κακῶς :
msAim, 17.22, commenting on 17.174 ουτ ἐπι ενεστῶτ ἂν λέγεις καὶ τὸ ϊ ⁑
msAint, 17.18, commenting on 17.153 oτ Ζηνόδ γρ κύεν ἔτλης ἄλογον δέ ⁑
msAint, 17.19, commenting on 17.161 καὶ δια μαχης αὐτὸν ἐξελκύσομεν ⁑
msAint, 17.20, commenting on 17.170 τίη Αττικῶς δια τί ,