Manuscript msA, page 227v
| prev: 227r | next: 228r |
17.201 ᾶ δείλ’· οὐδέ τι τοι θάνατος καταθύμιός ἐστιν .1, 2
17.202 ὃς δή τοι σχεδόν ἔστι . σὺ δ’ ἄμβροτα τεύχεα δύνεις1, 2, 3, 4
17.203 ἀνδρὸς ἀριστῆος τόν τε τρομέουσι καὶ ἄλλοι·
17.204 τοῦ δὴ ἑταῖρον ἔπεφνες . ἐνηέα τε κρατερόν τε·
17.205 τεύχεα δ’ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων1
17.206 εἵλευ . ἀτάρ τοι νῦν γε μέγα κρατος ἐγγυαλίξω
17.207 τῶν ποινὴν . ὅ τοι οὔ τι μάχης ἒκ νοστήσαντι1
17.208 δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλείωνος .
17.209 ή . καὶ κυανέῃσιν ἒπ’ ὀφρύσι νεῦσε Κρονίων ·
17.210 Ἕκτορι δ’ ήρμοσε τεύχε’ ἐπὶ χροῒ· δῦ δέ μιν Ἄρης1
17.211 δεινὸς ἐνυάλιος . πλῆσθεν δ’ ἄρα οἱ μέλε’ ἐντὸς1
17.212 ἀλκῆς καὶ σθένεος . μετὰ δὲ κλειτοὺς ἐπικούρους
17.213 βῆ ῥα μέγα ϊάχων , ἰ̈νδάλλετο δέ σφισι πᾶσι
17.214 τεύχεσι λαμπόμενος μεγαθύμῳ Πηλείωνι ·1
17.215 ὤτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι·1, 2
17.216 Μέσθλην τε , Γλαῦκόν τε , Μέδοντά τε . Θερσίλοχόν τε .
17.217 Ἀστεροπαῖόν τε . Δισήνορά θ’ , Ἱ̈ππόθοόν τε .
17.218 Φόρκύ̆ν τε . Χρομίον τε . καὶ Ἔννομον οἰωνιστήν·1, 2, 3
17.219 τοὺς ὅ γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
17.220 κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·1
17.221 οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδε χατίζων .
17.222 ἐνθάδ’ ἀφ’ ὑμετέρων πολίων ἤγειρα ἕκαστον .
17.223 ἂλλ’ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα
17.224 προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ’ Ἀχαιῶν ·1
17.225 τὰ φρονέων . δώροισι κατατρύχω καὶ ἐδωδῇ
17.226 λαούς . ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω·
msA, 17.82, commenting on 17.201 ‡ ἀ δειλ’· ἄθλιον καλεῖ τὸν Ἕκτορα τῶν μελλόντων ἀνόητον ὄντα , ὁπότε οὖν παρεισηκται αὐτὸς ὁ Ζεὺς καταμεμφόμενος τοῦ Ἕκτορος τὴν ἀλαζονείαν διδάσκει Ὅμηρος καθ’ αυτὸν ἕκαστον φρονεῖν καὶ μη τα μείζονα τῆς ἑκάστου φύσεως ἐπτοῆσθαι ⁑
msA, 17.83, commenting on 17.201 ἀ δείλ’ οὐδέ τι τοι : ζητεῖ ὁ Ηρωδιανὸς ἐν τῷ α ὑπομνήματ τοῦ περὶ παθῶν Διδυμου περι τοῦ ἀ δείλ’ πῶς δεῖ τονίζειν αὐτὸ καὶ φησί̀ν· πολὺ δὲ πρώτερον παρὰ τῷ ποιητῇ ἐστι τὸ τῆς ἀναγνώσεως ᾶ δεῖλ’ οὐδε τί τοι θάνατος , ῆ α δεῖλ’ οὐδε τί τοι θανατος τὸ γὰρ πλῆρες ἐστιν ᾶ δειλέ , οὐ γὰρ ὡς οἱ εξηγησάμενοι τοῦ δειλαιε αποκοπῆ ἐν ετέροις γὰρ αυτὸς λέγει ᾶ δείλοί τιν . οι δάκρυα κατείβεται· περιγέγραπται οὖν ἡ ὀξεῖα εῖτα καὶ ἀνάπαυσις γέγονεν ἄρα γαε οὖν φυλαχθήσεται ἡ ὀξεῖα , ἠ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆς ἀξείας περιγεγράπται καὶ ὁ τόνος τὸ κρινόμενον εκεῖνο , ἵνα ἐπιστάμενοι ἀναγνῶμεν . ἕν ἐστιν εἰπεῖν εἴ άπαξ περιγέγραπται τὸ φωνῇεν τὸ ἔχον τὴν ὀξεῖαν ὁ τόνος γενέσθω τῆς προτερας συλλα οὐχὶ τῆς ἐπι τελους ⁑
No relations found for urn:cts:greekLit:tlg5026.msA.dipl:17.84
msA, 17.85, commenting on 17.202 ὃς δή τοι σχεδὸν ἔστι οὐχ οὕτως παρείληπται ὡς ἡμεῖς ἐν τῇ συνηθεία τάσσομεν διστακτικῶς , τὸ σχεδὸν , ἂλλ ἀντι τοῦ ἐγγύς . αἱ δὲ Ἀρισταρχ ὃς δή τοι σχεδὸν εἰσιν ⁑
msA, 17.86, commenting on 17.202 τοῦ δὴ ἕταιρον ἔπεφνες ἐνηέα τε τὸν προσηνῆ , τῶν ἐναντίων τῷ επηνεῖ , ὁ δε Ζωΐλος τὸ ἐν τῇ · χαίρων οὕν ἐχ’ ἑταῖρον ἐνηέα λεύσσ’ ἐν αγῶνι ὡς ὄνομα ὑπέλαβεν ⁑
msA, 17.87, commenting on 17.205 τεύχεα δ’ οὐ κατα κόσμον : ἰδοὺ καὶ αὐτὸς ὁ Ζεὺς λέγει ὅτι Ἕκτωρ ἀφείλετο τὰ ὄπλα ἄνω δὲ ἐπιτιμαῦ ὁ Ἀρίσταρχος : ἄλλως τεύχεα δ’ οὐ ἐπεὶ μὴ ανελὼν τὸν Πάτροκλον τὰ όπλα φορεῖ ⁑
msA, 17.88, commenting on 17.207-17.208 τῶν ποινὴν ό τοι· εἰ καὶ ἔμελλε τίς τῶν ἀκουόντων ὀργισθήσεσθαι καὶ ἀγανακτήσειν ἐπι τῷ τὸν Ἕκτορα χρῆσθαι τοῖς όπλοις μαθῶν δὲ ὅτι καὶ οὐκ ἐπι πολὺ φορέσει κἂν ἠλέησε τὸν Ἕκτορα ⁑
msA, 17.89, commenting on 17.207-17.208 δέξεται Ἀνδρομάχη : καὶ τοῦτο ἠθικον ὅτι οὐ φθάσει προς τοὺς οἰκείους καλλωπίζεσθαι τοῖς ὅπλοις . οὗπερ ἐπεθύμει ὁ Ἕκτωρ ⁑
msA, 17.90, commenting on 17.211 δεινὸς Ἐνυαλιος : ὅτι ἐπιθετικῶς ἀπο τῆς Ἐνυοῦς πολεμικῆς ούσης ὁ Άρης Ἐνυάλιος , ὡς καὶ Ἀρήϊος τις ἀπο τοῦ Ἄρεως οὐχ ὡς οἱ νεώτεροι Ἐνυοῦς υἱὸν· οὐδε Ἀττικοὶ ὡς διαφέροντα τοῦ Ἄρεως θεὸν τινά ⁑
msA, 17.91, commenting on 17.213-17.214 ϊνδ’ άλλετο δέ σφισι πᾶσι τεύχεα : αἱ κοιναὶ ἐκδόσεις ἔχουσι μεγαθύμου Πηλείωνος καὶ ἀκόλουθόν ἐστι συνάπτειν ὅλον τὸν τιχον ἡ δε Ἀριστάρχειος διόρθωσις κατα δοτικὴν ἔχει μεγαθύμῳ Πηλείωνι . ἢ ἀκόλουθόν ἐστι βραχὺ διαστέλλειν ἐπι τὸ λαμπόμενος ⁑
msA, 17.92, commenting on 17.215 ὤτρυνεν δὲ ἕκαστον : ἀκόλουθον ἤν ὡπλισμένον πολεμεῖν καὶ τοῦτο δὴ ἀκολουθὸν τῇ τοῦ Ἕκτορος ἀλαζονείᾳ πρότερον περιελθόντα ἕκαστον ἐνδείξασθαι τὴν κτῆσιν τῶν ὅπλων καὶ φανῆναι ὅμοιον τῷ Ἀχιλλεῖ ⁑
msA, 17.93, commenting on 17.218 φόρκυν τε Χρομίον τε : ὅτι τὸν ἐν Χρόμιον εἰρημένον Μυσῶν δὲ Χρόμις ἦρχε , νῦν Χρομιον εἴρηκε δια τὸ μέτρον ὁ δὲ Διονύσιος εἴ τις ζητοίη φησί πότερον παραπεποίηται · εἴποιμεν ἂν τὸν Χρομίον εὔλογον γὰρ ἔκεῖ τὸ ὄνομα πρῶτον ⁑
msA, 17.94, commenting on 17.218 Φόρκυν : ὡς βότρυν ἀπ ευθείας τῆς εἰς ς ληγούσης· ἡ μέντοι Φόρκυνα αἰτιατικὴ ἀπ ευθείας τῆς εἰς ν τὸ δε τοιοῦτον ἴδιον ποιητικῆς· οὐχ ὑγιῶς δὲ ὁ Τυραννίων ἐκτείνει τὸ υ ἐπεὶ εὐρέθη φησὶ καὶ ἡ εὐθεῖα ἐκτεινομένη ἡ Φόρκυς αὖ Φρύγας ἦγε ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν ἐνθάδε δὲ οὐδὲν κατεπείγει ⁑
msA, 17.95, commenting on 17.220 οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος : ὅτι ἀπο τοῦ γὰρ ἤρξατο ὥς καὶ ἐπ εκείνου , ὦ φίλοι οὐ γάρ τ’ ἴ̈μεν ὅπη ζόφος ⁑
msA, 17.96, commenting on 17.223-17.224 προφρονέoς ῥύοισθε φιλοπτολέμων ὑπ Αχαιῶν : ἥτοι ὑποστικτέον Ἀχαιῶν , ἢ στικτέον τοῦ διστιχίου ἠ τοῖς ἑξῆς ἐπάνω προσδιδομένου ⁑
msA, 17.97, commenting on 17.225-17.226 τὰ φρονέων :δε δώροισι κατατρύχω : καταπονῶ ὑμῖν δηλονότι δωρεὰς καὶ τὰ ἐπιτήδεια παρέχειν ἀναγκάζω· ἄλλως· ὅρα τὸ αἰσχρόν· κατατρύχεσθαι φησὶ τοὺς Τρώας εἰς τὴν τῶν σὺμμάχων διας τροφὴν ⁑
msAil, 17.19, commenting on 17.171@ἐφάμην ἔδοξα· ενόμισα :
msAil, 17.20, commenting on 17.202@ἔστι εἰσι
msAil, 17.21, commenting on 17.207@ποινὴν ἀμοιβήν :
msAil, 17.22, commenting on 17.210@Ἄρης πολεμικὴ προθυμία :
msAil, 17.23, commenting on 17.213@ἰ̈νδάλλετο-σφισι πᾶσι εφαίνετ κατ τὸ εῖδος ὅμοιος τῶ Αχιλλεῖ ὁ Έκτωρ
msAim, 17.25, commenting on 17.202 Ἀρίσταρχ εῖσιν ⁑
msAim, 17.26, commenting on 17.214 ουτ Ἀρισταρχ κατ δοτικήν ἄλλοι δὲ μεγαθύμου Πειλείωνος ⁑
msAint, 17.24, commenting on 17.213-17.214 τεύχεσι δὲ λαμπoμε Πηλείωνος ἰνδάλλετο πᾶσιν αἰτῷ
msAint, 17.25, commenting on 17.218 καὶ ἕτερον παραδίδωσιν Ἔννομον υπ Οδ ἀνηρηον ⁑