Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 228r

Manuscript msA, page 228r

image

prev: 227v next: 228v

Iliad text

17.227 τώ τις νῦν ἰ̈θὺς τετραμμένος . ἠ ἀπολέσθω .image1

17.228 ἠὲ σαωθήτω . ἣ γὰρ πολέμου ὀαριστύς·image1

17.229 ὃς δέ κε Πάτροκλον καὶ τεθνειῶτά περ ἔμπηςimage1, 2

17.230 Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ . είξῃ δέ οἱ Αἴας .image

17.231 ἥμισυ τῶν ἐνάρων ἀποδάσσομαι· ἥμισυ δ’ αὐτὸςimage1, 2

17.232 ἕξω ἐγὼ . τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ·image

17.233 ὣς ἔφαθ’ , οἳ δ’ ἰ̈θὺς Δαναῶν βρίσαντες ἔβησαν .image1

17.234 δούρατ’ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸςimage1

17.235 νεκρὸν ὑπ’ Αἴαντος , ἐρύειν Τελαμωνιάδαο·image

17.236 νήπιοι . ῆ τε πολέσσιν ἐπ αὐτῷ θυμὸν ἀπηύρᾱ .image1

17.237 καὶ τότ’ ὰρ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον ·image1

17.238 ὦ πέπον . ὦ Μενέλαε διοτρεφὲς , οὐκέτι νῶϊimage

17.239 ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο .image

17.240 οὔ τι τόσον νέκυος πέρι , δείδια Πατρόκλοιο .image1

17.241 ὅς κε τάχα Τρώων κορέσει κύνας ἠδ’ οἰωνοὺς .image

17.242 ὅσσον ἐμῇ κεφαλῇ περὶ δείδια . μή τι πάθῃσι .image1, 2, 3

17.243 καὶ σῇ . ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει .image

17.244 Ἕκτωρ . ἡμῖν δ’· αὖτ’ ἀναφαίνεται αἰπὺς ὄλεθρος·image

17.245 ἂλλ’ άγ’ ἀριστῆας Δαναῶν κάλει . ἠ’ ν́ τις ἀκούσῃ·image1

17.246 ὡς ἔφατ’ οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος ·image

17.247 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς .image

17.248 ὦ φίλοι . Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες·image1

17.249 οἵ τε παρ’ Ἀτρείδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ .image1

17.250 δήμια πίνουσιν . καὶ σημαίνουσιν ἕκαστοςimage1

17.251 λαοῖς . ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ·image1

Scholia text

msA, 17.98, commenting on 17.227 ‡ τῶ τις νῦν ἰθὺς κατ ευθὺ τῶν πολεμίων . ἄλλως σκοπεῖ τὴν ἄνοιαν ἀξιοῖ , ἀντι τῶν τροφῶν ὧν παρέσχεν ἀυτοῖς ἀντι δοῦναι τὰς ψυχάς ⁑image

msA, 17.99, commenting on 17.228 ἣ γὰρ πολέμου ὁαριστύς· ὁ ἀρίζειν κυρίως ἐστὶ τὸ ὁμιλεῖν , νῦν δὲ μεταφορικῶς τίς ἡ πολε̋μου ὁμιλία ἢ όλεθρος ἢ σρια · ὁ δὲ λόγος αὕτη γὰρ ἐστιν ἡ τοῦ πολέμου ομιλία· ὅ εστιν οὕτως δεῖ ἀναστρεφεσθαι ἐν πολέμῳ καὶ ἀριστεύειν αὕτη γὰρ καὶ ἀρετῆ πολεμούντων ⁑image

msA, 17.100, commenting on 17.231 ἥμισυ τῶν ἐνάρων· οὕτως τῷ Ἀρίσταρχω , κατα δοτικὴν τῷ ἐρυσσαμένῳ ἐνάρων δὲ λέγει ὦν περιέκειτο ⁑image

msA, 17.101, commenting on 17.233 οἱδ’ ἰθὺς Δαναῶν βρίσαντες· ἑαυτοὺς καταβαρύναντες στίφος ποιήσαντες καὶ στερεώσαντες ⁑image

msA, 17.102, commenting on 17.237 καὶ τότ’ ἂρ Αἴας : ὅτι ἡ πρός ἐλλειπ ἵν’ ᾖ προσεῖπεν τὸν Μενέλαον · καὶ ἐν ῆστο κάτω ὁρόων ποτιδέγμενος εἴ τι μιν εἴποι προσείποι ⁑image

msA, 17.103, commenting on 17.240 οὔτε τόσον νέκυος· ὅτι ἄδηλον πότερον περι νέκυος Πατρόκλου . ἠ περι Πατρόκλου τοῦ νέκυος γεγονότος· ἀναστρεπτέον δὲ τὴν πρόθεσιν ὅπως τὸ ἑξῆς γένηται περι νέκυος ⁑image

msA, 17.104, commenting on 17.242 ὅσσον ἐμῇ κεφαλῇ , ἐνθάδε οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν ἐπεὶ δοκεῖ ἀντι τῆς ὑπέρ κεῖσθαι καὶ ἐνηλλάχθαι πτῶσις ἀντι γὰρ τοῦ ὑπερ εμῆς κεφαλῆς · δι ὃ καὶ σημεῖον παράκειται ⁑image

msA, 17.105, commenting on 17.245 ἀλλ’ άγ’ ἀριστῆας δαναῶν κάλει ἥ τις ἀκούση : δύναται μὲν λέγειν ἐάν τις ἀκούσῃ δια τὸν κτύπον καὶ τὸν θόρυβον . δύναται δὲ καὶ οὕτως , ἐὰν ἄρα τις ὑπακούσῃ καὶ μη καταπτήξῃ ⁑image

msA, 17.106, commenting on 17.248 οἵ τε παρ Ἀτρειδης Ἀγαμέμνονι , κανταῦθα τὸ Ἑλληνικὸν δείκνυται οὐ γὰρ κατ’ ἄνδρα κληθέντες οὐδὲ̀ κατα πρόσωπον διαιρεθέντες συνέρχονται ἀλλ ὁμοῦ πάντες ἕκαστος γὰρ αὐτῶν τὸ τοῦ ἀριστέως ὄνομα κυριώτερον ἡγεὶτο τῆς φυσικῆς ὀνομασίας ⁑image

msA, 17.107, commenting on 17.249 δήμια πίνουσιν· προς τὴν ἀποστροφὴν οὐ γὰρ εἶπεν πίνεται · δήμια δὲ τὰ παρα τοῦ δήμου ἐξαιρέτως διδόμενα τοῖς βασιλεῦσι ⁑image

msAil, 17.24, commenting on 17.215@ὤτρυνεν Ζηνόδ ότρυνεν ·image

msAil, 17.25, commenting on 17.224@κατατρύχω καταδαπανῶimage

msAim, 17.27, commenting on 17.229 δια τοῦ η Ἀρίσταρχimage

msAim, 17.28, commenting on 17.231 Ἀρισταρχ κατ δοτικὴν ήμισυ τῷ ἐνάρων ⁑image

msAim, 17.29, commenting on 17.234 ουτ Αριστοφα δια τοῦ ε γράφεται και δια τοῦ η ⁑image

msAim, 17.30, commenting on 17.238-17.245 Ελληνικῶς καὶ ἐπιεικῶς ουδ μέγαληγορεῖ ὡς οἱ βάρβαροι ⁑image

msAim, 17.31, commenting on 17.250 ἔν τισι δια τοῦ α ἑκασταimage

msAim, 17.32, commenting on 17.251 παρα τὸ ἐκ δὲ Διὸς βασιλῆες ⁑image

msAint, 17.26, commenting on 17.242 οὐ δεῖ ἀναστρέφειν ἐνταυθ τὴν προθimage