Manuscript msA, page 229r
| prev: 228v | next: 229v |
17.277 ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ
17.278 μέλλον ἀπέσσεσθαι · μάλα γὰρ σφέας ὦκ’ ἐλέλιξεν
17.279 Αἴας · ὃς περὶ μὲν εἶδος· πέρι δ’ ἔργ’ ἐτετύκτο
17.280 τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλείωνα ·
17.281 ἴθυσεν δὲ διὰ προμάχων συὶ εἴκελος ἀλκήν
17.282 καπρίῳ· ὅς τ’ ἐν ὄρεσσι κύνας θαλερούς τ’ αἰζηοὺς
17.283 ῥηιδίως ἐκέδασσεν ἑλιξάμενος διὰ βήσσας .
17.284 ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας ·
17.285 ῥεῖα μετεισαμενος· Τρώων ἐκέδασσε φάλαγγας
17.286 οἳ περὶ Πατρόκλῳ βέβασαν· φρόνεον δὲ μάλιστα
17.287 ἄστυ ποτὶ σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι·
17.288 ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς
17.289 Ἱππόθοος ποδὸς εἷλκε κατὰ κρατερὴν ὑσμίνην·
17.290 δησαμενος τελαμῶνι περὶ σφυρὸν ἀμφὶ τὲνοντε·
17.291 Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος . τάχα δ’ αὐτῷ
17.292 ἦλθε κακὸν· τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ·
17.293 τόνδ’ υἱὸς Τελαμῶνος ἐπαΐξας δι’ ὁμίλου
17.294 πλῆξ’ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·
17.295 ἤρικε δ’ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ
17.296 πληγεῖσ’ ἔγχεί τε μεγάλῳ καὶ χειρὶ παχείῃ·
17.297 ἐγκέφαλος δὲ παρ’ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς
17.298 αἰματόεις· τοῦ δ’ αὖθι λύθη μένος ἐκ δ’ ἄρα χειρῶν
17.299 Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε·
17.300 κεῖσθαι· ὃδ’ ἄγχ’ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ
17.301 τῆλ’ ἀπὸ Λαρίσσης ἐριβώλακος· οὐδὲ τοκεῦσι
17.302 θρέπτρα φίλοις ἀπέδωκε· μινυνθαδιος δὲ οἱ αἰὼν
No texts matching urn:cts:greekLit:tlg5026: