Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 229v

Manuscript msA, page 229v

image

prev: 229r next: 230r

Iliad text

17.303 ἔπλεθ’ ὑπ’ Αἴαντος μεγαθύμου δουρὶ δαμέντιimage

17.304 Ἕκτωρ δ’ αὖτ’ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·image

17.305 ἀλλ’ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χαλκεον ἔγχοςimage

17.306 τυτθὸν· ὁ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱόνimage

17.307 Φωκήων ὄχ’ ἄριστον· ὃς ἐν κλειτῷ Πανοπῆϊimage

17.308 οἰκία ναιετάασκε πολέσσι’ ἄνδρεσσιν ἀνάσσων·image

17.309 τὸν βάλ’ ὑπὸ κληϊδα μέσην . δια δ’ ἀμπερὲς ἄκρηimage

17.310 αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχεν·image

17.311 δούπησεν δὲ πεσὼν· ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ·image

17.312 Αἴας δ’ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱόνimage

17.313 Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψεν .image

17.314 ῥῆξε δὲ θώρηκος γύαλον δια δ’ ἔντερα χαλκόςimage

17.315 ἤφυσ’· ὅδ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ·image

17.316 χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρimage

17.317 Ἀργεῖοι δὲ μέγ’ ἴαχον· ἐρύσαντο δὲ νεκρούςimage

17.318 Φόρκυν Ἱππόθοόν τε λύοντο δὲ τεύχε’ ἀπ’ ὤμων·image

17.319 ἔνθά κεν αὖτε Τρῶες ἀρηιφίλων ὑπ’ Ἀχαιῶνimage

17.320 Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες·image

17.321 Ἀργεῖοι δὲ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσανimage

17.322 κάρτει καὶ σθένει σφετέρῳ· ἀλλ’ αὐτὸς Ἀπόλλωνimage

17.323 Αἰνείαν ὤτρυνε· δέμας Περίφαντι ἐοικώς·image

17.324 κήρυκι Ἠπυτίδῃ · ὅς οἱ παρὰ πατρὶ γέροντιimage

17.325 κηρύσσων γήρασκε· φίλα φρενὶ μήδεα εἰδώς·image

17.326 τῷ μιν ἐεισαμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων ·image

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: