Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 22r

Manuscript msA, page 22r

image

prev: 21v next: 22v

Iliad text

1.502 λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·image

1.503 Ζεῦ πάτερ· εἴ ποτε δή σε μετ’ ἀθανάτοισιν ὄνησαimage

1.504 ἢ ἔπει ἢ ἔργῳ . τόδε μοι κρήηνον εέλδωρ·image1

1.505 τίμησόν μοι υἱὸν , ὃς , ὠκυμορώτατος ἄλλωνimage

1.506 ἔπλετ’· ἀτάρ μιν , νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων image

1.507 ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας·image1

1.508 ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ ·image1, 2

1.509 τόφρα δ`’ ἐπι Τρώεσσι τίθει κράτος . ὄφρ’ ἂν , Ἀχαιοὶ image1

1.510 υἱὸν ἐμὸν τίσωσιν . ὀφέλλωσιν τέ ἑ τιμῇ·image1

1.511 ὡς φάτο· τὴν δ`’ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς ·image

1.512 ἀλλ’ ἀκέων , δὴν , ἧστο· Θέτις δ’ ὡς ἥψατο γούνων ,image1, 2

1.513 ὣς , ἔχετ’ ἐμπεφυυῖα· καὶ εἴρετο δεύτερον αὖτις·image1, 2, 3, 4

1.514 νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσονimage1

1.515 ἠ ἀπόειπ’ , ἐπεὶ οὔ τοι ἔπει , δέος· ὄφρ’ εὖ εἰδῶimage1, 2

1.516 ὅσσον ἐγὼ μετα πᾶσιν ἀτιμοτάτη θεός εἰμι .image

1.517 τὴν δὲ προσέφη νεφεληγερέτα Ζεύς ·image1

1.518 ἦ δὴ λοίγια ἔργ’ ὅ τε μ’ ἐχθοδοπῆσαι ἐφήσειςimage1, 2, 3

1.519 ἥρῃ· ὅτ’ ἄν μ’ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·image1, 2, 3

1.520 ἡ δὲ καὶ αὕτως μ’ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσιimage1

1.521 νεικεῖ· καί τε με φησὶ μάχῃ Τρώεσσιν ἀρήγειν·image1

1.522 ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε· μή σε νοήσῃimage1, 2

1.523 Ἥρη · ἐμοὶ δέ κε , ταῦτα μελήσεται ὄφρα τελέσσω·image1

1.524 εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·image1, 2

1.525 τοῦτο γὰρ ἐξ εμέθεν γε μετ’ ἀθανάτοισι μέγιστονimage1

1.526 τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον , οὐδ’ ἀπατηλόν .image1, 2, 3

Scholia text

msA, 1.1278, commenting on 1.504 ἢ ἐπει ἢ εργω ὅτι εἰ μη προϊστορήσαμεν τὰ περι τῶν δεσμῶν ἐφ ὦν ἡ Θέτις ἐβοήθησεν αὐτῷ· ἐζητοῦμεν ἂν τί αὐτὸν ὤνησεν·image

msA, 1.1279, commenting on 1.508 μητίετα βουλευτικώτατε ἐχρῆν αὐτὸ παροξύνειν εἴγε τὰ εἰς της λήγοντα βαρύτονα βραχεία παραληγόμενα ἀπρόσληπτα τοῦ ς ἐπι γενικῆς καὶ κλητικῆς παροξύνεται , οἰκέτα φυλέτα ἐννέτα· παραλόγως ἄρα ἡ εὐρύοπα δέσποτα καὶ τὸ μητίετα· ἔστι δὲ εἰπεῖν ὅτι ἀπο τοῦ μητῖτα κατα πλεονασμὸν τοῦ ε καὶ συστολῇ τοῦ ϊ ἀπο εὐθείας τῆς μητίτης κλητικὴ γεγονεν μητίετα καὶ ὁ τόνος επι τοῦ αὐτοῦ τόπου ἔμεινεν μετα τὸν πλεονασμόν , οὕτως Ὦρος καὶ Ἀπολλώνιος ἐν τῷ Περι παρωνύμων καὶ ἀπο τοῦ μητῖτα φησὶ τὸ μητίετα ⁑image

msA, 1.1280, commenting on 1.512 ἀλλ ακέων δὴν ἧστο ὑποστιγμὴ ἐν ὑποκρίσει ἐπι τὸ γούνων δια τὸ ὡς μόριον ⁑image

msA, 1.1283, commenting on 1.519 Ἥρῃ ὅτ’ ἄν μ’ ἐρέθῃσιν Ἀρίσταρχος τὸ Ἥρη κατ ευθεῖαν φησὶν οὐ κατα δοτικήν ἵ¨ν’ ᾖ ὅταν με ἐρεθίσῃ Ἥρη ἐχθοδοπῆσαί με ἐφήσεις· τὸ δε ὅτ αν τρία μέρή λόγου ⁑image

msA, 1.1284, commenting on 1.519 ὅταν ἐρεθῃσιν τὸ τέλειον ὅτε άν ἐστι καὶ κατα συναλιφὴν ὅτ ἄν , ἐν δὲ τῇ συντάξει κεκοιμισται ἡ ὀξεῖα τοῦ αν ὡς τὸ οὐκ ὰν ἐφ’ ὑμετέρων ὀχέων οὐκ ὰν δὴ μείνειας , ἀεὶ οὖν οὕτως ὀφείλομεν ἀναγινώσκειν ἐπι τὴν ἄρχουσαν ὀξεῖαν ποιοῦντες , ὡς δ’ ὅτ αν ὠδίνουσαν καὶ τότε μὲν ἐν σημαινόμενῳ ὀφείλομεν παραλαμβανειν τὸν αν ὅταν ὑποτακτικὸν επιφέρῃ ἢ εὐκτικόν τοτὲ δὲ παρέλκοντα ὅταν μὴ οὔτως ἔχῃ· πρόδηλον δὲ εκ τοῦ χαρακτῆρος ὅτι οὐ δύναται ἓν εῖναι εῖ γε τὰ εἰς αν ἐπίρρηματα οὐδεποτε συστελ , συστελλει τὸ α τὸ γὰρ πάμπαν οὐ φύσει ἐπίρρημα· ἀλλα μὴν οὐδὲ σύνθετον δύναται εἶναι οὐδεποτε γὰρ τὰ ἀναφορικὰ τῶν επιρρημάτων κατ αρχὰς συντίθεται·image

msA, 1.1285, commenting on 1.519 Ζεὺς ερασθεὶς Θέτιδος τῆς Νιρέως ἐδίωκεν αὐτὴν βουλόμενος βιάσασθαι , γενόμενος δὲ ἐπι τὸ Καυκάσιον όρος ἐκωλύθη ὑπο Προμηθέως φήσαντος τὸν ἐκ Θέτιδος γενόμενον ἀμείνονα ἔσεσθαι τοῦ ἰδίου πατρος δείσας οὖν ὁ Ζεὺς περι τῆς ἐν οὐνω κρατήσεως , αὐτὸς μὲν ἀπέσχετο τῆς προειρημένης , εἰς τιμὴν δὲ τοῦ παιδὸς Αἰακοῦ ἔδωκεν αὐτῇ προς γάμον Πηλεῖ ἑξῆς ἐγένετο ὁ Ἀχιλλεύς · ὃς οὐ μόνον ὑπερέβαλεν τῇ ἀνδρείᾳ τὸν ἑαυτοῦ πρα ἀλλὰ καὶ τοὺς κατ εκεινου καιροῦ γενομένους πάντας ήρωας·image

msA, 1.1286, commenting on 1.522 μή σε νοήσῃ οὐχὶ μή σε ἀλλα μή τι αἱ Ἀριστάρχου καὶ αἱ άλαι σχεδὸν πασαι διορθώσεις καὶ μήποτε ἐκ περισσοῦ τὸ τι πρόσκειται ὡς ἐπι τούτων , μή τι φόβον δ’αγόρευε · μή τι μευ ἠΰτε παιδός , μή τι σὺ ταῦτα ἕκαστα διείρεο ⁑image

msA, 1.1287, commenting on 1.524 κεφαλῇ κατανεύσομαι οὕτως κατανεύσομαι οὐχὶ ἐπινεύσομαι Ἀρίσταρχος εν τοῖς πρὸς Φιλιτὰν προφέρεται·image

msA, 1.1288, commenting on 1.525 τοῦτο γὰρ ἐξ εμέθεν ἀπο τούτων λέγεται τῶν δύο στίχων Φιδείαν τὸν αγαλματοποιὸν ποιῆσαι τὸν ἐν Ἥλιδι χαλκοῦν ἀνδριάντα οὕτως καμπτόμενον καὶ συνωθούμενον ⁑image

msA, 1.1289, commenting on 1.525-1.526 τέκμωρ’ οὐ γὰρ ἐμὸν παλινάγρετον ὅτι περιώρικε τοὺς τρόπους· στικτέον δὲ ἐπι τὸ πάλινάγρετον τὰ δὲ ἄλλα συναπτέον· εἰ δέ τις στίζοι ἐπὶ τὸ τέκμωρ ὑγιεστέρα μὲν ἡ σύνταξις ἔσται·image

msAil, 1.1295, commenting on 1.507 αφελόμενοςimage

msAil, 1.1296, commenting on 1.508 τίμησονimage

msAil, 1.1297, commenting on 1.509 ἐπι τοσοτονimage

msAil, 1.1298, commenting on 1.512 ἐπι πολὺν χρόνον εκαθέζετοimage

msAil, 1.1299, commenting on 1.513 εκρατειimage

msAil, 1.1301, commenting on 1.513 ανηρώταimage

msAil, 1.1302, commenting on 1.514 δια τὸ αὐτὸ πέφρακεν ἐπιτάσεως χάριν αντὶ τοῦ ὑπέσχου μοι ⁑image

msAil, 1.1303, commenting on 1.515 ἢ απαρνησαιimage

msAil, 1.1304, commenting on 1.515 ἔπεστινimage

msAil, 1.1306, commenting on 1.518 εφυρμήσεις ὅ εστ ἀναγκάσεις ⁑image

msAil, 1.1308, commenting on 1.521 καὶ εμὲ λέγειimage

msAil, 1.1309, commenting on 1.522 αναχώρειimage

msAil, 1.1310, commenting on 1.524 άγε δή σοιimage

msAil, 1.1311, commenting on 1.526 τέλος τεκμηριον :image

msAil, 1.1312, commenting on 1.526 ὑστερόληπτον οἱονεὶ μεταμελητον :image

msAil, 1.1313, commenting on 1.526 οὐδε απατητικόν :image

msAim, 1.1291, commenting on 1.509-1.510 βραχὺ διασταλτέον ἐπι τὸ κράτος καὶ τίσωσι ⁑image

msAim, 1.1292, commenting on 1.513 Δημήτριος ὁ Ϊξίων προπερισπᾶ παραλαμβανον τὸ το αρθ ⁑image

msAim, 1.1293, commenting on 1.523 ὅτι περισσὸς ο κεimage

msAint, 1.1294, commenting on 1.510 αὐξουσιν έθεν καὶ όφλημα τὸ χρέος δια τὸν τόκον ⁑image