Manuscript msA, page 22v
prev: 22r | next: 23r |
1.527 οὐδ’ ἀτελεύτητον· ὅ τι κεν κεφαλῇ κατανεύσω .1, 2
1.528 ᾖ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι , νεῦσε Κρονίων·1, 2, 3, 4
1.529 ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος1, 2
1.530 κρατὸς ἀπ’ αθανάτοιο· μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον ·1, 2
1.531 Τώ γ’ ὡς βουλεύσαντε διέτμαγεν· ἡ μὲν ἔπειτα1
1.532 εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ’ αἰγλήεντος Ὀλύμπου .1
1.533 Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δ’ ἅμα πάντες ἀνέσταν1
1.534 ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη1
1.535 μεῖναι ἐπερχόμενον· ἀλλ’ ἀντίοι ἔσταν ἅπαντες·1
1.536 ὡς ὁ μὲν ἔνθα καθέζετ’ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη
1.537 ἠγνοίησεν ἰδοῦς’ ὅτι οἱ συμφράσσατο βουλὰς1
1.538 ἀργυρόπεζα Θέτις . θυγάτηρ ἁλίοιο γέροντος·1, 2
1.539 αὐτίκα κερτομίοισι , Δία , Κρονίωνα προσηῦδα·1, 2
1.540 τίς δ’ αὖ τοι δολομῆτα , θεῶν , συμφράσσατο βουλάς·1
1.541 αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπο , νόσφιν , ἐόντα1
1.542 κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τι πώ μοι1, 2, 3, 4, 5
1.543 πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς·1
1.544 τὴν δ’ ἠμείβετ’ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·1
1.545 Ἥρη · μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
1.546 εἰδήσειν· χαλεποί τοι ἔσοντ’ ἀλόχῳ περ ἐούσῃ·1
1.547 ἀλλ’ ὃν , μέν κ’ ἐπιεικὲς ἀκουέμεν , οὔ τις ἔπειτα1, 2, 3
1.548 οὔτε θεῶν πρότερος τόν γ’ εἴσεται οὐτ’ ἀνθρώπων·1
1.549 ὃν δέ κ’ ἐγὼν , ἀπάνευθε θεῶν , ἐθέλοιμι νοῆσαι .
1.550 μή τι σὺ ταῦτα ἕκαστα διείρεο μὴ δὲ μετάλλά .1
1.551 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη ·
msA, 1.1331, commenting on 1.527 ‡κεφαλῆ κατανεύσω τὸ λογιστικὸν περι κεφαλην , τὸ θυμικὸν περὶ καρδίαν κραδίη δε οἱ ἔνδον ὑλακτεῖ · καὶ οἱδάνεται κραδίῃ χόλῳ · τὸ ἐπιθυμητικὸν περι ἧπαρ· ἣπαρ έκειρον ⁑
msA, 1.1332, commenting on 1.528 ῆ ἔφει εῖπεν δηλοὶ δὲ πλείονα· καὶ τὸ ἥτις ὡς ἐπι τοῦ ἣ μυρι Ἀχαιοῖς · καὶ τὸν και σύνδεσμον ὡς ἐπι τοῦ βούλομ’ εγὼ λαὸν σῶον ἔμμεναι ἢ ἀπολεσθαι · δηλοῖ καὶ τὸ ἀληθῶς ὡς ἐπι τοῦ ή δη λοίγια ἔργα · τὸ γὰρ ὄντος ἐπι τοῦ ἀληθοῦς λαμβάνεται ⁑
msA, 1.1334, commenting on 1.530 κρατὸς ἀπ αθανάτοιο ὅτι Ζηνόδοτος γράφει κρητὸς οὐκ έστι δὲ Ϊακὸν ὰψ Ὁδυσεὺς κατα κράτα καλυψάμενος ⁑
msA, 1.1335, commenting on 1.530-1.531 ἐλέλιξεν τῷ τάχει τῶν συλλαβῶν τὸ ταχὺ τῆς κινήσεως δηλοὶ· διέτμαγεν αἱ πᾶσαι δια τοῦ ε · ἡ μεταφορὰ δὲ ἀπο τῶν τεμνομένων σωμάτων ⁑
msA, 1.1336, commenting on 1.532 ἆλτο ψιλωτέον καὶ τάχα μὲν ἀπελαβε τὸ προοφειλόμενον πνα , πνεῦμα· ἠλόγητο γὰρ τὸ ἄλλομαι δασυνόμενον εἴ γε τὸ α προ δύο λλ ἐψιλοῦτο· ἄλλος ἀλλότριος τάχα δὲ ὅπερ καὶ μᾶλλον ἐπεὶ τὸ α καταλῆγον εἰς λ επιφερομένου στοιχείου ἑνὸς τῶν τῆς τρίτης συζυγίας ψιλοῦται Ἄλτεω ὃς Λελέγεσσι . ληΐου ἀλδήσκοντος ἄλθετο χείρ ἔνθεν τινὲς καὶ τὸ ὃς τοῦτον τὸν ἄναλτον ψιλῶς προφέρονται ⁑
msA, 1.1337, commenting on 1.534-1.535 ἐξ ἑδέων δασύνεται παρα τὸ έζω οἱ δὲ μετὰ τοῦ ρ · ἀπο τούτων τῶν δύο στίχων λέγουσι μέρος τιμῆσαι τὸν Λυκοῦργον τὸν τῶν Λακεδαιμονιων γράψαντα νόμον ἐπανίστασθαι τοὺς νέους τοῦς πρεσβυτέροις ⁑
msA, 1.1338, commenting on 1.535 ἔσταν ἅπαντες ψιλωτέον τὸ ἔσταν ἐπεὶ γίνεται σταν δὲ μεταστοιχεῖ · τὸ γὰρ αιρόμενον ἐκ τοῦ ῥήματος ε εν ψιλῶ πνι οὐ δασύνεται ἐπεὶ οὐκ αποβάλλει τὸ ε ὁ δὲ ἔστησα ψιλοῦται ἐπεὶ γίνεται στήσα δ’ ἐν Ἀμνησῷ ποταμῷ ⁑
msA, 1.1339, commenting on 1.538 ἁλίοιο γέροντος ἄδηλον Πρωτέως ἠ Φόρκυνος εἰ μη δια τὸ κλυται κασίγνηται Νιρηΐδες ⁑
msA, 1.1340, commenting on 1.539 κερτομίοισι τοῖς τὸ κέαρ τέμνουσιν ὀ ἔστι τὴν ψυχὴν καὶ λυποῦσιν οἱονει κεαροτομίοις ⁑
msA, 1.1341, commenting on 1.540 τίς δ’ αὐ τοι δολομητα προπερισπαστέον τὸ δολομῆτα ὁμοίως τῷ σχέτλιε ποικιλομητα καὶ καθόλου τὰ εἰς της λήγοντα βαρύτονα ὅτε ἐπι κλητικῆς εἰς α λήγει προπερισπᾶται ἀλῆτα πλανῖτα· νικῆτα· παιδῖτα· σαμνῖτα· ἔνθεν οῦν σημειωτεον τὸ ἀκάκητα ⁑
msA, 1.1342, commenting on 1.541 ἀπο νόσφιν εόντα τὸ εξῆς ἀπόντα διὃ οὐκ αναστρεπτέον τὴν ἀπό· ἡ δὲ φράσις συνηθ ἀπο δοτικῆς εἰς αιτιατικὴν ἔρχεσθαι , ὡς σφῶϊν μέν τ’ ἐπέοικε μετα πρότοισιν εόντας ⁑
msA, 1.1344, commenting on 1.544 πατηρ ἀνδρῶν τε θεῶν τε ⁑ δια τί τὸν Δία μόνον τῶν θεῶν οὕτω καλεῖ ὅτι τὸ συναμφότερον ἔχει οὗτος μόνος θεῶν μὲν ἐστι πατηρ καθ Ὅμηρον , Ἀπόλλωνος , Ἡφαίστου · Ἄρεος Ἑρμοῦ Διονύσου · Χαρίτων Μουσῶν Ἀφροδίτης · καὶ πολλῶν θνητῶν· Σαρπηδόνος . Αἰακοῦ Ζήθου Ἀμφίονος Μίνωος Ῥαδαμάνθυος . Ἡρακλέους Περσέως καὶ ἑτέρων πολλῶν . οἱ δὲ ἄλλοι πολλοὶ καθ Ὅμηρον πρες εἰσὶ μόνως ἠ θνητῶν ἠ ἀθανάτων· οἷον Κρόνος μὲν Διός Ἥρας Ἅδου Ποσειδῶνος + θνητοῦ δὲ οὐδενός καὶ Ποσειδῶν πάλιν θυ μὲν οὐδενὸς , θνητοῦ δὲ , Κύκλωπος Ἐφιάλτου . Ὤτου Νηλέως ⁑
msA, 1.1345, commenting on 1.547 ἀλλ’ ὃν μέν κ’ ἐπιεικες ἄλλ’ ὅντινα μὲν λόγον προσήκει σε παρ εμοῦ ακουσαι , τοῦτον οὐδεὶς , πρὸ σοῦ μάθῃ οὔτε θεῶν οὔτε ανων ⁑
msA, 1.1346, commenting on 1.547 ἐπιεικὲς ὡς τιμὴν αὐτῇ προσάπτει . ἔστι δὲ καὶ βιωτικῶν μιμητικὰ πρῶτον ἠπίως ἀρξάμενον επάγειν τὰς ἀπειλὰς ὕστερον ⁑
msAil, 1.1351, commenting on 1.528 ειπεν
msAil, 1.1352, commenting on 1.528 μελαίναις
msAil, 1.1353, commenting on 1.529 τρίχες
msAil, 1.1354, commenting on 1.529 επεσείσθησαν
msAil, 1.1355, commenting on 1.530 ἐκίνησεν ἔσεισεν
msAil, 1.1356, commenting on 1.531 διεχωρίσθησαν
msAil, 1.1357, commenting on 1.533 προς το ΐδιον :
msAil, 1.1358, commenting on 1.534 τοῦ ἰδίου
msAil, 1.1359, commenting on 1.537 ὅτι αὐτῷ
msAil, 1.1360, commenting on 1.538 λαμπρόπους πέζα γὰρ ὁ ποῦς
msAil, 1.1361, commenting on 1.539 νῦν λυπηροῖς
msAil, 1.1362, commenting on 1.542 ὡς διχθάδια
msAil, 1.1363, commenting on 1.542 διανοούμενον
msAil, 1.1364, commenting on 1.543 ουδέν μοι ἑκὼν λε ἐὰν μὴ ὑπ εμοῦ ἀναγκασθης
msAil, 1.1366, commenting on 1.547 πρέπον :
msAil, 1.1367, commenting on 1.548 γνώσεται μάθοι
msAil, 1.1368, commenting on 1.550 ἀνερώτα
msAil, 1.1369, commenting on 1.1369 πολυπραγμονει :
msAim, 1.1347, commenting on 1.534-1.535 τὸ σφοῦ ἀπο συγκοπῆς τοῦ σφετέρου ⁑
msAint, 1.1349, commenting on 1.542 το δε πῶ ὀξύνεται δια τὴν μοι ἀντωνυμιαν ἥτις νῦν ἐγκλητική ἔστιν ⁑