Manuscript msA, page 230r
| prev: 229v | next: 230v |
17.327 Αἰνεία · πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσασθε
17.328 Ἴλιον αἰπεινὴν· ὡς δὴ ἴδον ἀνέρας ἄλλους
17.329 κάρτεί τε· σθὲνεί τε πεποιθότας ἠνορέῃ τε·
17.330 πλήθεί τε σφετέρῳ· καὶ ὑπερδέα δῆμον ἔχοντας ·
17.331 ὑμῖν δὲ Ζεύς πολὺ βούλεται ἢ Δαναοῖσι ·
17.332 νίκην· ἀλλ’ αὐτοὶ τρεῖτ’ ἄσπετον· οὐδὲ μάχεσθε·
17.333 ὣς ἔφατ’ Αἰνείας δε’ ἑκατηβόλον Ἀπόλλωνα
17.334 ἔγνω ἐςάντα ἰδὼν· μέγα δ’ Ἑκτορα εἶπε βοήσας .
17.335 Ἕκτορ τ’ ἠδ’ ἄλλοι Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων·
17.336 αἰδὼς μὲν νῦν ἥδε γ’ ἀρηιφίλων ὑπ’ Ἀχαιῶν
17.337 Ἴλιον εἰσαναβῆναι ἀναλκίῃσι δαμέντας·
17.338 ἀλλ’ ἔτι γάρ τις φησὶ θεῶν ἐμοὶ ἄγχι παραστάς
17.339 Ζῆν’ ὕπατον μήστορα μάχης ἐπιτάροθον εἶναι·
17.340 τῷ ῥ’ ἰθὺς Δαναῶν ἴομεν· μὴδ’ οἵ γε ἕκηλοι
17.341 Πάτροκλον νηυσὶ πελασαίατο τεθνηῶτα·
17.342 ὣς φάτο καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·
17.343 οἳδ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν
17.344 ἔνθ’ αὖτ’ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ
17.345 υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον·
17.346 τὸν δὲ πεσὸντ’ ἐλέησεν ἀρηίφιλος Λυκομήδης ·
17.347 στῆ δὲ μάλ’ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ·
17.348 καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν .
17.349 ἧπαρ ὑπὸ πραπίδων· εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσεν .
17.350 ὅς ῥ’ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει·
17.351 καὶ δὲ μετ’ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι·
No texts matching urn:cts:greekLit:tlg5026: