Manuscript msA, page 230v
| prev: 230r | next: 231r |
17.352 τὸν δὲ πεσόντ’ ἐλέησεν ἀρήιος Ἀστεροπαῖος
17.353 ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι·
17.354 ἀλλ’ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ
17.355 ἔσταότες περὶ Πατρόκλῳ · πρὸ δὲ δούρατ’ ἔχοντο·
17.356 Αἴας γὰρ μάλα πάντας ἐπ ᾤχετο πολλὰ κελεύων
17.357 οὔτέ τιν’ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει·
17.358 οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων·
17.359 ἀλλὰ μάλ’ ἀμφ’ αὐτῷ βεβάμεν· σχεδόθεν δὲ μάχεσθαι ·
17.360 ὣς Αἴας ἐπέτελλε πελώριος· αἵματι δὲ χθὼν
17.361 δεύετο πορφυρέῳ· τοὶδ’ ἀγχὶστῖνοι ἔπιπτον
17.362 νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων
17.363 καὶ Δαναῶν · οὐδ’ οἳ γὰρ ἀναιμωτί γε ἐμάχοντο·
17.364 παυρότεροι δὲ πολυ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ
17.365 ἀλλήλοις καθ’ ὅμιλον ἀλεξέμεναι φόνον αἰπὺν·
17.366 ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς οὐδέ κε φαίης
17.367 οὔτέ ποτ’ ἠέλιον σόον ἔμμεναι οὔδε σελήνην·
17.368 ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ’ ὅσσον ἄριστοι
17.369 ἕστασαν ἀμφὶ Μενοιτιαδῃ κατατεθνηῶτι·
17.370 οἱ δ’ ἄλλοι Τρῶες καὶ ἐυκνήμιδες Ἀχαιοί
17.371 εὔκηλοι πολέμιζον ὑπ’ αἰθέρι· πέπτατο δ’ αὐγή
17.372 ἠελίου ὀξεῖα· νέφος δ’ οὐ φαίνετο πάσης
17.373 γαίης· οὐδ’ ὀρέων· μεταπαυόμενοι δ’ ἐμάχοντο
17.374 ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα·
17.375 πολλὸν ἀφεσταότες· τοίδ’ ἐν μέσω ἄλγε’ ἔπασχον 375
17.376 ἠέρι καὶ πολέμῳ· τείροντο δὲ νηλέϊ χαλκῷ
No texts matching urn:cts:greekLit:tlg5026: