Manuscript msA, page 231r
| prev: 230v | next: 231v |
17.377 ὅσσοι ἄριστοι ἔσαν· δύω δ’ οὔ πω φῶτε πεπύσθην·
17.378 ἀνέρε κυδαλίμῳ· θρασυμήδης Ἀντίλοχός τε·
17.379 Πατρόκλοιο θανόντος ἀμύμονος· ἀλλ’ ἔτ’ ἔφαντο
17.380 ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι·
17.381 τὼ δ’ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
17.382 νόσφιν ἐμαρνάσθην· ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ ·
17.383 ὀτρύνων πόλεμόν δε μελαινάων ἀπὸ νηῶν
17.384 τοῖς δὲ πανημερίου ἔριδος μέγα νεῖκος ὀρώρει
17.385 ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῶ νωλεμές αἰεὶ
17.386 γούνατά τε κνῆμαί τε πόδες θ’ ὕπερθεν ἑκάστου·
17.387 χεῖρες τ’ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν
17.388 ἀμφ’ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο ·
17.389 ὡς δ’ ὅτ’ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
17.390 λαοῖσι δώη τανύειν μεθύουσαν ἀλοιφῇ·
17.391 δεξάμενοι δ’ ἄρα τοί γε διαστάντες τανύουσι
17.392 κυκλόσ’ ἄφαρ δέ τε ἰκμὰς ἔβη· δύνει δέ τ’ ἀλοιφή
17.393 πολλῶν ἑλκόντων· τάνυται δέ τε πᾶσα δια πρό .
17.394 ὣς οἵ γ’ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ
17.395 εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἤλπετο θυμός
17.396 Τρωσὶν μὲν ῥ’ ἐρύειν ποτὶ Ἴλιον· αὐτὰρ Ἀχαιοῖς
17.397 νῆας ἔπι γλαφυράς· περὶ δ’ αὐτοῦ μῶλος ὀρώρει
17.398 ἄγριος· οὐδέ κ’ Ἄρης λαοσσόος· οὐδέ κ’ Ἀθήνη
17.399 τόν δ’ ἰδοῦσ’ ὀνόσαιτ’ οὐδ’ εἰ μάλα μϊν χόλος ἵκοι·
17.400 τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων
17.401 ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον . οὐδ’ ἄρά πω τι
No texts matching urn:cts:greekLit:tlg5026: