Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 231v

Manuscript msA, page 231v

image

prev: 231r next: 232r

Iliad text

17.402 ᾔδεε Πάτροκλον τεθνηῶτα δῖος Ἀχιλλεύςimage

17.403 πολλὸν γὰρ ἀπάνευθε νεῶν μάρναντο θοάων·image

17.404 τείχει ὑπὸ Τρώων· ὅ· μιν οὔ ποτε ἔλπετο θυμῷimage

17.405 τεθνάμεν : ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσινimage

17.406 ἂψ ἀπονοστήσειν· ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπανimage

17.407 ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν· οὐδὲ σὺν αὐτῷimage

17.408 πολλάκι γὰρ τό δε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων·image

17.409 ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημαimage

17.410 δὴ τότε οὔ οἱ ἔειπε κακὸν τόσον· ὅσσον ἐτύχθηimage

17.411 μήτηρ , ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ’ ἑταῖρος·image

17.412 οἳ δ’ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ’ ἔχοντεςimage

17.413 νωλεμὲς ἐγχρίπτοντο καὶ ἀλλήλους ἐνάριζον·image

17.414 ὧδε δέ τϊς εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνωνimage

17.415 ὦ φίλοι· οὐκ’ ἂν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαιimage

17.416 νῆας ἔπι γλαφυρὰς ἀλλ’ αὐτοῦ γαῖα μέλαιναimage

17.417 πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴηimage

17.418 εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισινimage

17.419 ἄστυ ποτὶ σφέτερον ἐρῦσαι καὶ κῦδος ἀρέσθαι·image

17.420 ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·image

17.421 ὦ φίλοι· εἰ καὶ μοῖρα παρ’ ἀνέρι τῷδε δαμῆναιimage

17.422 πάντας ὁμῶς . μή πω τις ἐρωείτω πολέμοιο·image

17.423 ὣς ἄρα τίς τ’ εἴπεσκε· μένος δ’ ὄρσασκεν ἑκάστου .image

17.424 ὣς οἱ μὲν μάρναντο· σιδήρειος δ’ ὀρυγμαδόςimage

17.425 χάλκεον οὐρανὸν ἷκε δι’ αἰθέρος ἀτρυγέτοιο·image

17.426 ἵπποι δ’ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες ,image

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: