Manuscript msA, page 232r
| prev: 231v | next: 232v |
17.427 κλαῖον· ἐπει δὴ πρῶτον πυθέσθην ἡνιόχοιο
17.428 ἐν κονίῃσι πεσὸντος ὑφ’ Ἕκτορος ἀνδροφόνοιο·
17.429 ἦ μὰν Αὐτομέδων γε Διώρεος ἄλκιμος υἱός
17.430 πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων·
17.431 πολλὰ δὲ μειλιχίοισι προσηύδα· πολλὰ δ’ ἀρειῇ·
17.432 τὼ δ’ οὔτ’ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντο
17.433 ἠθελέτην ἰέναι οὔτ’ ἐς πόλεμον μετ’ Ἀχαιούς ·
17.434 ἀλλ’ ὥς τε στήλη μένει ἔμπεδον· ἥ τ’ ἐπὶ τύμβῳ
17.435 ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γϋναικὸς .
17.436 ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντ//ε//
17.437 οὔδει ἔνισκίψαντε καρήατα δάκρυα δέ σφιν
17.438 θερμὰ κατὰ βλεφάρων χαμαίδις ῥέε μυρομένοιιν
17.439 ἡνιόχοιο πόθῳ· θαλερὴ δὲ μιαίνετο χαίτη·
17.440 ζεύγλης ἐξεριποῦσα περὶ ζυγον ἀμφοτέρωθεν·
17.441 μϋρομένω δ’ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων ·
17.442 κινήσας δὲ κάρη ποτὶ ὃν μϋθήσατο θυμόν·
17.443 ἆ δειλὼ· τί σφῷ δόμεν Πηλῇ ἄνακτι
17.444 θνητῷ· ὑμεῖς δ’ ἐστὸν ἀγήρω τ’ ἀθανάτω τε·
17.445 ἢ ἵνα δυστήνοισι μετ’ ἀνδράσιν ἄλγε’ ἔχοιτον·
17.446 οὐ μὲν γάρ τι που ἐστὶν ὀϊζυρώτερον ἀνδρός
17.447 πάντων , ὅσσά τε γαῖαν ἐπι πνείει τε καὶ ἕρπει·
17.448 ἀλλ’ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν
17.449 Ἕκτωρ Πριαμίδης ἐπῳχήσεται· οὐ γὰρ ἐάσω·
17.450 ἢ οὐχ ἅλις ὡς καὶ τεύχε’ ἔχει καὶ ἐπεύχεται αὕτως⁚
17.451 σφῷν δ’ ἐν γούνεσσι βαλῶ μένος· ἠδ’ ἐνὶ θυμῷ
No texts matching urn:cts:greekLit:tlg5026: