Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 232v

Manuscript msA, page 232v

image

prev: 232r next: 233r

Iliad text

17.452 ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιοimage

17.453 νῆας ἐπὶ γλαφυρὰς· ἔτι γάρ σφισι κῦδος ὀρέξωimage

17.454 κτείνειν· εἰςόκε νῆας ἐϋσσέλμους ἀφίκωνται·image

17.455 δύη τ’ ἠλέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθη·image

17.456 ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσε μένος ἠυ·image

17.457 τὼδ’ ἀπὸ χαιτάων κονίην οὖδαςδε βαλόντε ,image

17.458 ῥίμφ’ ἔφέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς .image

17.459 τοῖσι δ’ ἐπ’ Αὐτομέδων μάχετ’ ἀχνύμενός περ ἑταίρου .image

17.460 ἵπποις ἀΐσσων ὥς τ’ αἰγυπιὸς μετὰ χῆνας·image

17.461 ῥεῖα μὲν γὰρ φεύγεσκεν ὑπ’ ἐκ Τρώων ὀρυγμαδοῦ ·image

17.462 ῥεῖα δ’ ἐπαί̈ξασκε πολὺν καθ’ ὅμιλον ὀπάζων·image

17.463 ἀλλ’ οὐχ ἥρει φῶτασ ὅτ’ εσεύαιτο διώκειν·image

17.464 οὐ γάρ πως ἦν οἶόνθ’ ἱερῷ ἐνὶ δίφρῳimage

17.465 ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους .image

17.466 ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσινimage

17.467 Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·image

17.468 στῆ δ’ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδαimage

17.469 Αὐτόμεδον · τίς τοί νῦ θεῶν νηκερδέα βουλήνimage

17.470 ἐνὶ στήθεσσιν ἔθηκε καὶ ἐξέλετο φρένας ἐσθλάςimage

17.471 οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳimage

17.472 μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο· τεύχεα δ’ Ἕκτωρimage

17.473 αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο ·image

17.474 τόνδ’ Αὐτομέδων προσέφη Διώρεος υἱός·image

17.475 Ἀλκίμεδον τὶς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖοςimage

17.476 ἵππων ἀθανάτων ἐχέμεν δμῆσιν τε μένος τε·image

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: