Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 233r

Manuscript msA, page 233r

image

prev: 232v next: 233v

Iliad text

17.477 εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντοςimage

17.478 ζωὸς ἐών· νῦν δ’ αὖ θάνατος καὶ μοῖρα κιχάνει·image

17.479 ἀλλὰ σὺ μὲν μάστϊγα καὶ ἡνία σιγαλόενταimage

17.480 δέξαι· ἐγὼ δ’ ἵππων ἐπιβήσομαι ὄφρα μάχωμαι ·image

17.481 ὣς ἔφατ’ Ἀλκιμέδων δὲ βοῇθοόν ἅρμ’ ἐτορούσαςimage

17.482 καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίνimage

17.483 Αὐτομέδων δ’ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ ·image

17.484 αὐτίκα δ’ Αἰνείαν προσεφώνεεν ἐγγύς ἐόντα·image

17.485 Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων·image

17.486 ἵππω τώδ’ ἐνόησα ποδώκεος Αἰακίδαοimage

17.487 ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·image

17.488 τῷ κεν ἐελποίμην αἱρησέμεν εἰ σύ γε θυμῷimage

17.489 σῷ ἐθέλεις· ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῷimage

17.490 τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ ·image

17.491 ὣς ἔφατ’ οὐδ’ απίθησεν εὺς πάϊς Ἀγχίσαο ·image

17.492 τώδ’ ἰθὺς βήτην· βοέῃς εἰλυμένω ὤμουςimage

17.493 αὔῃσι στερεῇσι· πολύς δ’ ἐπελήλατο χαλκός·image

17.494 τοῖσ δ’ ἅμα Χρόμιός τε καὶ Ἄρητος θεοειδήςimage

17.495 ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἤλπετο θυμόςimage

17.496 αὐτώ τε κτενέειν· ἐλάαν τ’ ἐριαύχενας ἵππους·image

17.497 νήπιοι· οὐδ’ ἄρ’ ἔμελλον ἀναιμωτί γε νέεσθαι·image

17.498 αὖτις ἀπ’ Αὐτομέδοντος · ὃδ’ εὐξάμενος Διὶ πατρὶ·image

17.499 ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφι μελαίνας·image

17.500 αὐτίκα δ’ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·image

17.501 Ἀλκίμεδον · μή δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους·image

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: