Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 233v

Manuscript msA, page 233v

image

prev: 233r next: 234r

Iliad text

17.502 ἀλλὰ μάλ’ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγεimage

17.503 Ἕκτορα Πριαμίδην μένεος σχήσεσθ’ ὀίω·image

17.504 πρίν κ’ ἐπ’ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω .image

17.505 νῶι κατακτείναντα· φοβῆσαί τε στίχας ἀνδρῶν ·image

17.506 Ἀργείων · ἤ κ’ αὐτὸς ἐνὶ πρώτοισιν ἁλῴη·image

17.507 ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον ·image

17.508 Αἴαντ’ Ἀργείων ἡγήτορε καὶ Μενέλαε ·image

17.509 ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ’ οἵ περ ἄριστοιimage

17.510 ἀμφ’ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν·image

17.511 νῷν δ’ ἐν ζωοῖσιν ἀμύνετε νηλεές ἦμαρimage

17.512 τῇδε γὰρ ἔβρισαν πόλεμον κατὰ δακρυόενταimage

17.513 Ἕκτωρ Αἰνείας θ’ οἳ Τρώων εἰσὶν ἄριστοι·image

17.514 ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·image

17.515 ἥσω γὰρ καὶ ἐγώ· τὰ δέ κεν Διὶ πάντα μελήσαι .image

17.516 ἦ ῥὰ καὶ ἀμπεπαλὼν προίει δολιχόσκιον ἔγχος·image

17.517 καὶ βάλεν Ἀρήτοιο κατ ἀσπίδα πάντοσε ἴσην·image

17.518 ἣδ’ οὐκ ἔγχος ἔρυτο διαπρὸ δὲ εἴσατο χαλκός·image

17.519 νειαίρῃ δ’ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσενimage

17.520 ὡς δ’ ὅταν ὀξὺν ἔχων πέλεκυν αἰζήος ἀνήρimage

17.521 κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιοimage

17.522 ἶνα τάμη διὰ πᾶσαν· ὁ δὲ προθορὼν ἐρίπησιν ,image

17.523 ὣς ἄρ ὅ γε προθορὼν πέσεν ὕπτϊος· ἐν δέ οἱ ἔγχοςimage

17.524 νηδυίοισι μάλ’ ὀξύ κραδαινόμενον λύε γυῖα .image

17.525 Ἕκτωρ δ’ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ ·image

17.526 ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·image

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: