Manuscript msA, page 234r
| prev: 233v | next: 234v |
17.527 πρόσσω γὰρ κατέκυψε . τόδ’ ἐξόπιθεν δόρυ μακρὸν
17.528 οὔδει ἐνισκίμφθη· ἐπὶ δ’ οὐρίαχος πελεμίχθη
17.529 ἔγχεος· ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης ·
17.530 καὶ νύ κε δὴ ξίφεσσ’ αὐτοσχεδὸν ὡρμηθήτην
17.531 εἰ μὴ σφώ Αἴαντε διέκριναν μεμαῶτε·
17.532 οἵ ῥ’ ἦλθον καθ’ ὅμιλον ἑταίρου κικλήσκοντος ·
17.533 τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις·
17.534 Ἕκτωρ Αἰνείας τ’ ἠδὲ Χρομίος θεοειδής·
17.535 Ἄρκτον δὲ κατ αῦθι λίπον δεδαϊγμένον ἦτορ
17.536 κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
17.537 τεύχεά τ’ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα ·
17.538 ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος
17.539 κῆρ’ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων .
17.540 ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα
17.541 θῆκ’ ἀν δ’ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
17.542 αἱματόεις· ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς·
17.543 ἄψ δ’ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη·
17.544 ἀργαλὲη πολύδακρυς ἔγειρε δὲ νεῖκος Ἀθήνη
17.545 οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς
17.546 ὀρνύμεναι Δαναούς · δὴ γὰρ νόος ἐτράπετ’ αὐτοῦ
17.547 ἠύτε πορφυρέην ἶριν θνητοῖσι τανύσση
17.548 Ζεὺς ἐξουρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο
17.549 ἢ καὶ χειμῶνος δυσταρπέος ὅς ῥά τε ἔργων
17.550 ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονὶ μῆλα δὲ κήδει·
17.551 ὣς πορφυρὲῃ νεφέλῃ πυκάσασα ἑαυτὴν
No texts matching urn:cts:greekLit:tlg5026: