Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 234v

Manuscript msA, page 234v

image

prev: 234r next: 235r

Iliad text

17.552 δύσετ’ Ἀχαιῶν ἔθνος ἔγειρε δὲ φῶτα ἕκαστον·image

17.553 πρῶτον δ’ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδαimage

17.554 ἴφθιμον Μενέλαον · ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·image

17.555 εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·image

17.556 σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδοςimage

17.557 ἔσσεται εἴ κ’ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρονimage

17.558 τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκύσουσιν·image

17.559 ἀλλ’ ἔρχεο κρατερῶς ὄτρυνε δὲ λαὸν ἅπαντα·image

17.560 τὴνδ’ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαοςimage

17.561 Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές· εἰ γὰρ Ἀθήνηimage

17.562 δοίη κάρτος ἐμοί βελέων δ’ ἀπερύκοι ἐρωήν .image

17.563 τῷ κεν ἔγωγ’ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνεινimage

17.564 Πατρόκλῳ · μάλα γάρ με θανὼν ἐπεβάσσατο θυμόν .image

17.565 ἀλλ’ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος οὐδ’ ἀπολήγειimage

17.566 χαλκῷ δηϊόων· τῷ γὰρ Ζεύς κῦδος ὀπάζει·image

17.567 ὣς φάτο· γήθησεν δέ θεὰ γλαυκῶπις Ἀθήνη ·image

17.568 ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων·image

17.569 ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκεimage

17.570 καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν·image

17.571 ἥ . τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιοimage

17.572 ἰσχανάα δακέειν· λαρόν τέ οἱ αἷμ’ ἀνθρώπου·image

17.573 τοίου μιν θάρσευς πλῆσεν φρένας ἀμφὶ μελαίνας·image

17.574 βῆ δ’ ἐπὶ Πατρόκλῳ καὶ ἀκόντισε δουρὶ φαεινῷimage

17.575 ἔσκε δ’ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνοςimage

17.576 ἀφνειός τ’ ἀγαθός· μάλιστα δέ μιν τῖεν Ἕκτωρimage

17.577 δήμου· ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστήςimage

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: