Manuscript msA, page 235r
| prev: 234v | next: 235v |
17.578 τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος
17.579 ἀΐξαντα φόβον δὲ . δια πρὸ δὲ χαλκὸν ἔλασσε .
17.580 δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρείδης Μενέλαος
17.581 νεκρὸν ὑπ’ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων·
17.582 Ἕκτορα δ’ ἐγγύθεν ἱ̈στάμενος ὤτρυνεν Ἀπόλλων .1
17.583 Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος· ὅ , ς οἱ , ἁπάντων
17.584 ξείνων φίλτατος έσκεν , Ἀβυδόθι οἰκίᾳ ναίων·
17.586 Ἑ̋κτορ , τίς κέ σ’ ἔτ’ ἄλλος Ἀχαιῶν ταρβήσειεν .
17.587 οῖον δὴ Μενέλαον ὑπέτρεσας . ὃς τὸ πάρος γε
17.588 μαλθακὸς αἰχμητής . νῦν δ’ οἴχεται οἶος ἀείρας1
17.589 νεκρὸν ὑπ’ ἐκ Τρώων . σὸν δ’ ἔκτανε πιστὸν ἑταῖρον .
17.590 ἐσθλὸν ἐνι προμάχοισι . Ποδῆν . υἱὸν Ἠετίωνος ·
17.591 ὣς φάτο . τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
17.592 βῆ δὲ διαπρομάχων κεκορυθμένος αἴθοπι χαλκῷ .
17.593 καὶ τότ’ ἄρα Κρονίδης ἕλετ’ αἰγίδα θυσσανόεσσαν .
17.594 μαρμαρέην . Ἴ̈δην δὲ κατα νεφέεσσι κάλυψεν·1
17.595 ἀστράψας δὲ μάλα μεγάλ’ ἔκτυπε . τὴνδ’ ἐτίναξε·1
17.596 νίκην δὲ Τρώεσσι δίδου . ἐφόβησε δ’ Ἀχαιούς ·
17.597 πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο·1
17.598 βλῆτο γὰρ ὦμον δουρὶ . πρόσω τετραμμένος αἰεὶ .
17.599 ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις1, 2
17.600 αἰχμὴ Πουλυδάμαντος . ὃ γάρ ῥ’ ἔβαλε , σχεδὸν ἐλθών·
17.601 Λήϊτον αὖθ’ Ἕκτωρ σχεδὸν ούτασε χεῖρ’ ἐπὶ καρπῷ·
17.602 υἱὸν Ἀλεκτρυόνος μεγαθύμου . παῦσε δε χάρμης·1
17.603 τρέσσε δὲ παπτήνας . ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ1
msA, 17.114, commenting on 17.582 Ἕκτορα δ’ ἐγγύθεν : ὅτι Ζηνοδοτ γράφει Ἔκτορα δὲ φρένας δίὸς Ἄρης ὄτρυνεν μετελθών· πόθεν δὲ οὗτως ὁ Ἄρης ἐξαίφνης πάρεστι ⁑
msA, 17.115, commenting on 17.588 μαλθακὸς αἰχμητής : τὸ σημεῖον ὅτι οὐχ ὡς τῷ ὄντι μαλθακοῦ αἰχμητοῦ ὄντος τοῦ Μενελάου ληπτέον ἀλλα τὸ πρόσωπον πολέμιον ὂν εἰς διαβολὴν λέγει ἀρηΐφιλον γὰρ ὁ ποιητὴς αυτ καλεῖ ⁑
No relations found for urn:cts:greekLit:tlg5026.msA.dipl:17.116.comment
msA, 17.117, commenting on 17.594 μαρμαρέην Ἴδην δὲ , ὅτι ἴδιον ὑποτίθεται τῆς αιγίδος τὸ ἀνέμων ποιεῖν συστροφὰς , ἀπο τοῦ αυτοῦ δὲ καὶ καταιγίδες αἱ πνοιαὶ αἱ κάτω ἀΐσσουσαι ⁑
msA, 17.118, commenting on 17.595 ἀστράψας δὲ μάλα , ὅτι Ζηνόδοτος γράφει γῆν δ’ ἐτίναξε ταύτην γὰρ ἐπισείων ἀνέμους ποιεῖ διo λέγει αὐτὸς ἐπείῃσιν ἐρεμνὴν αἰγιδα πᾶσιν · βραχὺ δὲ διασταλτέον ἐπι τὸν δὲ . ἐπι γὰρ τῆς βροντῆς ἐπίτασις μάλα μέγαλ ⁑
msA, 17.119, commenting on 17.599 ἄκρον ἐπιλίγδην . ὅτι τὸ ἐπιλίγδην μεσότητός ἐστιν ἐπιψανδην , ὅσον δι’ επιπολῆς ψαῦσαι , μὴ εἰς βάθος· εἰ οὖν ἐπιλίγδην . πῶς γράψεν δέ οἱ ὀστέον ἄχρις κατα βάθους γὰρ φαίνεται ἡ πληγὴ ἐπενηνεγμένη . ἀλλ’ ἐρεῖ Ὅμηρος . οὐκ ἐγὼ , ἀλλ’ ὁ τόπος εἰς ὃν κατενέχθη ἡ πληγὴ , ἔστι γὰρ ἡ ὠμοπλάτη ἀσαρκοτάτη ⁑
msA, 17.120, commenting on 17.602 υἱὸν Ἀλεκτρυόνος . ὅτι οὐκ εἴρηται παρα τὸν Ἀλεκτρυονα τὸ ζῷον τὸ ὄνομα οὐδέπω γὰρ ἔγνωστο ‡
msAim, 17.39, commenting on 17.597 οτ αντ φυγῆς ·
msAim, 17.40, commenting on 17.603 διὰ τοῦ ε αἱ Αρισταρχ έλπετ
msAint, 17.28, commenting on 17.599 καὶ ὅτι νῦν ἅπαξ καὶ ἐπ λίγδην ἄκρον δὲ ⁑ ⁑