Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 235v

Manuscript msA, page 235v

image

prev: 235r next: 236r

Iliad text

17.604 ἔγχος ἔχων ἐν χειρὶ . μαχήσεσθαι Τρώεσσιν ·image

17.605 Ἕκτορα δ’ Ϊδομενεὺς μετὰ Λήϊτον ὁρμηθένταimage

17.606 βεβλήκει θώρηκα . κατὰ στῆθος . παρὰ μαζόν·image

17.607 ἐν καυλῷ δ’ εάγη δολιχὸν δόρυ , τοὶ δὲ ἐβόησανimage1, 2

17.608 Τρῶες · ὁ δ̀’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαοimage1

17.609 δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥ ἀπὸ τυτθὸν ἅμαρτεν·image

17.610 αὐτὰρ ὃ Μηριόνᾱο , ὀπάονά θ’ ἡνίοχόν τεimage

17.611 Κοίρανον . ὅς ῥ’ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ’ αὐτῷ .image

17.612 πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσαςimage

17.613 ἤλυθε· καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν .image

17.614 εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵ̈ππους .image1

17.615 καὶ τῷ μὲν φάος ἦλθεν , ἄμυνε δὲ νηλεὲς ἦμαρ .image

17.616 αὐτὸς δ’ ὤλεσε θυμὸν ὑφ Ἕκτορος ἀνδροφόνοιο·image

17.617 τὸν βάλ’ ὑπὸ γναθμοῖο καὶ ούατος , ἐκ δ’ ὰρ ὀδόνταςimage1

17.618 ῶσε δόρυ πρυμνὸν . διὰ δὲ γλῶσσαν τάμε μέσσην·image1

17.619 ήριπε δ’ ἐξ ὀχέων . κατὰ δ’ ἡνία χεῦεν ἔραζε·image

17.620 καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσιimage

17.621 κύψας . ἐκ πεδίοιο· καὶ Ἰ̈δομενῆα προσηύδᾱ ·image

17.622 μάστιε νῦν . εἷως κε θοὰς ἐπι νῆας ΐκηαι·image

17.623 γιγνώσκεις δὲ καὶ αὐτὸς . ὅ τ’ οὐκέτι κάρτος Ἀχαιῶν ·image

17.624 ὣς ἔφατ’ . Ἰ̈δομενεὺς δ’ ΐμασεν καλλίτριχας ἵ̈ππουςimage

17.625 νῆας ἐπὶ γλαφυρὰς . δὴ γὰρ δέος ἔμπεσε θυμῷ·image

17.626 οὐδ’ ἔλαθ’ Αἴαντα μεγαλήτορα καὶ Μενέλαονimage

17.627 Ζεὺς . ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην .image1

17.628 τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴᾱς ·image

Scholia text

msA, 17.121, commenting on 17.607 ἐν καυλῷ δ’ εάγη : τὸ τῆς ἐπιδορατίδος λέγει δὲ ἀντὶ τοῦ κατα τὸν καυλὸν· οὕτως δὲ μόνως φησὶν ὁ Δίδυμος ἐν τοῖς διορθωτικοῖς τοὶ δ’ ἔβοησαν ἀβέλτερον γὰρ τελέως τὸ τοὶ δ’ ἐφόβηθεν , οὐ γὰρ φεύγουσιν , ἀλλα διώκουσιν καὶ ἐπι Πατρόκλου τὸ ὅμοιον ἐπί δ’ ΐαχε λαὸς ὄπισθε Τρωϊκός ⁑image

msA, 17.122, commenting on 17.608-17.616 Τρῶες , ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο ἕως τοῦ αὐτὸς δ’ ὤλεσε θυμὸν , λίαν τούτων πέπλεκται ὁ λόγος καὶ ἔστι τῶν ἔξω περιφερομένων ζητημάτων ὁ δ’ Ἰδομενῆος ἀκόντισε δίφρῳ ἐφεσταότος πεζὸς γὰρ τὰ πρῶτα λιπών νέας ήλυθε · τίς πεζὸς ήλυθε . καί κε Τρωσὶ μέγα κρατος οὑτ αυτὸς ἐτρώθη ὅτι πεζὸς ἦν , ἀλλα δεῖ νοεῖν· τὰ μὲν δια μέσου εἰρημένα . τὰ δε κεφαλαιωδῶς ἐξενηνεγμένα ὕστερον τῆς ἐπι μέρους ἐπεργασίας τυχόντα κατ επανάληψιν· τὸ δὲ πεζὸς γὰρ τὰ πρωτα οὐκ επι τοῦ Κοιράνου ἀκουστέον , ἀλλ επι τοῦ Ἰδομενέως σαφὲς δὲ ἐκ τοῦ ἐπιφέρεσθαι καί κεν Τρωσὶ μέγα κράτος , οὑ γὰρ ἂν τάσσοι τὸ τοῦτο οικείως ἐπι τοῦ Κοιράνου , ἢν γὰρ οὐ τῶν ἀριστέων . ἀλλ’ επι τοῦ Ἰδομενέως . δια μέσου δὲ ταυτα δίφρω ἐφεσταότος τοῦ μέν ρ’ ἀπο τυτθὸν άμαρτεν αὐτὰρ ὁ Μηριόναο ὁπαονά θ’ ἡνίοχόν τε Κοίρανον ὅς ρ’ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ’ αὐτῷ ὥστε εῖναι τὸ ἑξῆς . ὁ δ’ Ϊδομενῆος ἀκόντισε Δευκαλίδαο πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθεν ὁ Ϊδομενεύς · εἴωθε δὲ ὁ ποιητής τινα δια μέσου τάσσειν κεφάλαιον δὲ νοητέον αὐτὸ μόνον προειρῆσθαι ἐν τῷ ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρω , ἐφεσταότος . εἶτα ἐπεξηγεῖται τὴν αἰτίαν πῶς ἐγένετο ἐν τῷ δίφρῳ πότερον μὲν ἦν πεζὸς τότε δὲ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ ἅρμα πεζὸς μὲν γὰρ τὰ πρωτα λιπων νέας , ἐν τῇ Ν ἀπο τῆς σκηνῆς ὁ Ϊδομενεὺς νῦν δὲ ἄφνω πέφηνεν ἐφ ἅρματος οὐ γάρ ἐστιν ὁ λόγος ὅτι ἀπο Κρήτης πεζὸς ῆλθεν οὐ χρησάμενος ἅρματι καθάπερ ὁ Ὀδυσσεὺς τραχεῖαν ἔχων τὴν Ϊθάκην · σημαίνει οὖν ὅτι ἀπο τῶν νεῶν πεζὸς ῆλθεν επι τὸν πόλεμον , προθεὶς οὖν τὸ κεφάλαιον , ὕστερον ἐπεκδιδάσκει πῶς ἔσχεν ἅρμα καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους· τοῦτο οὖν προλαβὼν ἐξήνεγκεν , ὁ δ’ Ἰδομενηος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος πῶς , ὁ γὰρ Κοίρανος ἤλασε τοὺς ἵππους ἐπεὶ αὐτός γε πεζὸς ἐλήλυθε . πεζὸς γὰρ τὰ πρωτα λιπὼν νέας ήλυθε , τίς γὰρ ἦ ἰδιότης ὅτι , εἴπερ ἐμάχετο πεζὸς ἀπολώλειεν οις ἐντροπ ἐγένετο προς οὺς Πηνέλως ῆρχεν ⁑image

msA, 17.123, commenting on 17.612-17.613 ἤλυθε καί κε Τρωσὶ , πάντως ἀπώλετο ἂν ὁ Μηριόνης εἰ μη πεζὸς ἀφίκτο ὡς εί γε τῷ Ϊδομενεῖ ἡνιόχει ἀπολώλει ἂν καθὰ καὶ ὁ Κοίρανος τὸ γὰρ πεζὸς γὰρ τὰ πρῶτα . καὶ ἐπι τοῦ Μηριόνου ἀκουστέον ⁑image

msA, 17.124, commenting on 17.614 εἰ μη Κοίρανος ὦκα ποδώκεας : ἐκδεκτεον τὸν λόγον επι τοῦ Ἰδομενέως ὁ Κοίρανος ϊδὼν τὸν Ἰδομενέα κινδυνεύοντα πεζὸν πεζὸς γὰρ ἀπο τοῦ ναυστάθμου ἐξήλασε τοὺς ἵππους δεξάμενος αὐτὸν ἐπι τῶν ἵππων ἔφθασε τὴν τοῦ Ἕκτορος βολὴν ὥστε μετα τὸ ἀναβῆναι ἐπι τὸ ἅρμα τότε πεμφθῆναὶ τὸ δόρυ αὐτῷ , αὐτὸς δὲ ὁ Κοίρανος ἀπώλετο σώσας τὸν Ἰδομενέα ⁑image

msA, 17.125, commenting on 17.617 τὸν βάλ’ ὑπὸ γναθμοῖο : κατα τὸ εἰκὸς πλαγία ἡ πληγὴ γίνεται περιστρέφοντος αὐτοῦ τοὺς ἵππους· καὶ γὰρ ὑπο τὴν σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε δια τῆς ἑτέρας καὶ οὐκ έστιν ἀδύνατον τοῦτο ὡς προείρηται δια τὸ περιστρέφοντα αὐτὸν τοὺς ἵππους βεβλῆσθαι ⁑image

msA, 17.126, commenting on 17.620-17.621 μάστιε νῦν : ὅτι τοῦτο φιλικὸν , αὐτὸς μὲν γὰρ ὡς νέος καὶ ἀκμάζων κινδυνεύειν βούλεται τὸν δὲ ἤδη προηβηκοτα προπέμπει καὶ τὴν ἀσφάλειαν αὐτῷ πορίζεται ⁑image

msA, 17.127, commenting on 17.627 Ζεὺς ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νικην : οὐ γὰρ ἄλλως νίκη γίνεται . ἢ τῶν ἑτ α ίρων ἐπ ἀλκῆς ὄντων ‡image

msAim, 17.41, commenting on 17.607 ουτ Αριστ τοί δ’ ἐβόησαν ⁑image

msAim, 17.42, commenting on 17.618 ἕως τοῦ ἐσχάτου τοῦ δόρατ ῶσει ⁑image

msAint, 17.29, commenting on 17.608 τὸ σημ οτ ἐπ Ιδομενέα ⁑image

msAint, 17.30, commenting on 17.611-17.617 μακρὰ ἡ παρέκβασις καὶ πάντ δια μέσου τὸ γὰρ ἑξῆς Κοίρανον , βάλ’ υπ γναθμοῖο ⁑image