Manuscript msA, page 236r
| prev: 235v | next: 236v |
17.629 ὦ πόποι· ήδη μέν κε , καὶ ὃς , μάλα νήπιός ἐστι .
17.630 γνοίη , ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει·1
17.631 τῶν μὲν γὰρ πάντων βέλε’ ἅπτεται ὅς τις ἐφίῃ·1
17.632 ἢ κακὸς , ἢ ἀγαθὸς . Ζεὺς δ’ ἔμπης πάντ’ ἰ̈θύνει·1
17.633 ἡμῖν δ’ αύτως πᾶσιν ἐτώσια πίπτει ἔραζε·
17.634 ἂλλ’ άγετ’ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην
17.635 ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν . ἠδὲ καὶ αὐτοὶ
17.636 χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες .
17.637 οἵ που δεῦρ’ ὁρόωντες ἀκηχέδατ’ . οὐδέτι φασὶν1, 2
17.638 Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους
17.639 σχήσεσθ’ . ἂλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι·1
17.640 εἴη δ’ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα
17.641 Πηλείδῃ · ἐπεὶ οὔ μιν ὀί̈ομαι οὐδὲ πεπύσθαι
17.642 λυγρῆς ἀγγελίης . ὅτι οἱ φίλος ὤλεθ’ ἑταῖρος·
17.643 ἂλλ’ οὔ πῃ δύναμαι ἰ̈δέειν τοιοῦτον Ἀχαιῶν .1
17.644 ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι·1, 2
17.645 Ζεῦ πάτερ . ἀλλὰ σὺ ῥῦσαι ὑπ’ ἠέρος υἷας Ἀχαιῶν ·
17.646 ποίησον δ’ αἴθρην· δὸς δ’ ὀφθαλμοῖσιν ἰ̈δέσθαι·1
17.647 ἒν δὲ φάει καὶ ὄλεσσον· ἐπεί νύ τοι εύαδεν οὕτως·
17.648 ὣς φατο· τὸν δε πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·1
17.649 αὐτίκα δ’ ἠέρα μὲν σκέδασεν· καὶ ἀπῶσεν ὀμίχλην·1
17.650 ἠέλιος δ’ ἐπ’ έλαμψε , μάχη δ’ ἐπὶ πᾶσα φαάνθη·
17.651 καὶ τότ’ ὰρ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον ·1
17.652 σκέπτεο νῦν Μενέλαε διοτρεφὲς . αἴ κεν ΐδηαι
17.653 ζωὸν ἔτ’ Ἀντίλοχον , μεγαθύμου Νέστορος υἱόν·1
msA, 17.128, commenting on 17.639 σχήσεσθ’ , ἀλλ ἐν νηυσὶ προς τὸ ἀμφίβο αὐτοὺς ἐμπεσεῖσθαι ταῖς ναυσὶ ἢ τὸν Ἕκτορα · πιθανώτερον δὲ τὸν Ἕκτορα ἐμπεσεῖσθαι ἐνσείσει ⁑
msA, 17.129, commenting on 17.643 ἀλλ οὔ πῃ δύναμαι : πῶς παρείληπται τὸ οὕ πη σημαίνει γὰρ τὸ εἰς τόπον· πῆ έβη Ἀνδρομάχῃ · τὸ δὲ ποῦ ἐστιν ἐν τόπῳ ὅπερ καταλληλότερον , ἀλλ οὐ δύναμαι ἔν τινι τόπῳ ἰδεῖν τινὰ τῶν Ἀχαιῶν τοιοῦτον μηποτε οὖν οὐχ ὡς τοπικὸν ἐπίρρημα , ἀλλ ὡς παραπληρωματικὸν σύνδεσμον ἐκληπτέον ⁑
msA, 17.130, commenting on 17.644 ἡέρι γὰρ κατέχονται· ὅτι ἀέρα τὴν σκοτίαν καλεῖ· καὶ γὰρ αὐτὸς ὁ ἀὴρ τῇ δύσει σκοτεινός ἐστι· λαμπρύνεται δὲ ἐπιφανέντος τοῦ ἡλίου . ἀὴρ γὰρ παρα νηυσὶ βαθεῖ ην ⁑
msA, 17.131, commenting on 17.645-17.647 δοὶ δ’ οφθαλμοῖσιν ϊδεσθαι , μεγαλοφρόνως οὐ σωτηρίαν αἰτεῖται , ἀλλα φῶς προσ τῶν ὀφθαλμῶν χρείαν . ἵνα δρῶντές τι καὶ πάθωσιν ⁑
msA, 17.132, commenting on 17.648 τὸν δε πατὴρ ὀλοφύρατο : περιπαθῶς εἰσάγει τὸν Αἴαντα δακρύοντα οὐ γὰρ ἐν ἄλλοις εὑρίσκομεν δεδακρυκότα . οὐ γὰρ ἦν κατ’ Αἴαντα ⁑
msA, 17.133, commenting on 17.649 αὐτίκα δ’ ἠέρα μεν : ὅτι σαφῶς τὴν σκοτίαν ἀέρα λέ ἔστι γὰρ ταὐτὸν τῷ ὁμίχλῃ καὶ ἀπῶσεν τὸν ἀυέρα ὅς ἐστιν ὁμίχλη ⁑
msA, 17.134, commenting on 17.651 καὶ τότ’ ἄρ’ Αίας : ὅτι οὐκ εἰπε βοὴν ἀγαθῷ Μενελάῳ ἀλλὰ κατὰ παράλειψιν τῆς προθέσεως· προς βοὴν ἀγαθὸν Μενέλαον ⁑
msA, 17.135, commenting on 17.653 ζωὸν ἔτ’ Ἀντὶλοχον καὶ τοῦτο περιπαθές ὡς οὐκ ἐλπίζων ἔτι ζῆν τὸν ἥρωα διὰ τὴs συνέχειαν τῆς μάχης ‡
msAil, 17.29, commenting on 17.254@αὐτὸςΐτω εκουσίως ἀυτὸς παραγίνεσθ
msAim, 17.43, commenting on 17.630 ἐν ἄλλῳ ἀμύνοι :
msAim, 17.44, commenting on 17.631 διχω καὶ ἀφείη :
msAim, 17.45, commenting on 17.637 ουτ Ἀρισταρχ ἄλλοι δὲ οἵ που νῦν ⁑
msAim, 17.46, commenting on 17.646 ἐν ἄλλῳ ὁρᾶσθαι
msAint, 17.31, commenting on 17.632 τὸ ἔμπης ἀντι τοῦ ὁμοίως τέτακται ⁑
msAint, 17.32, commenting on 17.644 ἐν ἄλλῳ ἠέρι γὰρ κεκάλυπτ