Manuscript msA, page 236v
| prev: 236r | next: 237r |
17.654 ὄτρυνον δ’ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ϊόντα
17.655 εἰπεῖν . ὅτι ῥά οι πολὺ φίλτατος ὤλεθ’ ἑταῖρος
17.656 ὡς ἔφατ’ οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος ·
17.657 βῆ δ’ ϊέναι , ὡς τίς τε λέων ἀπο μεσσαύλοιο·1
17.658 ὅς τ’ ἐπεὶ ἄρ κε , κάμῃσι . κύνας τ’ ἄνδράς τ’ ἐρεθίζων ,1
17.659 οἵ τε μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι1
17.660 πάννυχοι ἐγρήσσοντες , ὁ δὲ κρειῶν ἐρατίζων1
17.661 ϊθύει· ἂλλ’ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
17.662 ἀντίοι ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν .
17.663 καιόμεναί τε δεταὶ . τάς τε τρεῖ ἐσσύμενός περ .
17.664 ἠῶθεν δ’ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·1, 2
17.665 ὡς ἀπο Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος
17.666 ἤϊε πὸλλ’ ἀἕκων· περὶ γὰρ δίε . μῆ μιν Ἀχαιοὶ
17.667 ἀργαλέου προ φόβοιο ἕλωρ δηΐοισι λίποιεν·1
17.668 πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσ’ ἐπέτελλεν·
17.669 Αἴαντ’ , Ἀργείων ἡγήτορε Μηριόνη τε·
17.670 νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο1
17.671 μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι1
17.672 ζωὸς ἐών . νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει·
17.673 ὡς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος .
17.674 πάντοσε παπταίνων ὥς τ’ αἰετὸς . ὃν ῥά τε φασὶν
17.675 ὀξύτατον δέρκεσθαι ὑπ’ ουρανίων πετεηνῶν·1
17.676 ὅν τε καὶ ὑψόθ’ ἐόντα , πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ
17.677 θάμνῳ ὑπ’ ἀμφικόμῳ κατακείμενος . ἀλλά τ’ ἐπ’ αυτῷ
17.678 ἔσσυτο . καί τέ μιν ὦκα λαβὼν . ἐξείλετο θυμὸν·
msA, 17.136, commenting on 17.657-17.664 βῆ δ’ ϊέναι ὡς τίς τε λέων πολλαὶ αἱ εἰκόνες κατα τοῦ ἥρωος πρῶτον γὰρ αὐτὸν εἴκασε δια τὴν φιλοστοργίαν βοΐ νῦν δὲ λέοντι ἀκούσιον ποιουμένῳ ἀποχώρησιν· καὶ ἑξῆς δια τὴν οξυδορκίαν αετῷ παρέβαλεν αὐτόν ⁑
msA, 17.137, commenting on 17.660 λέγεται τὸν λέοντα , ἐν τῇ ουρὰ ἐκ φύσεως ἔχειν λεπτόν τι κεντρῶδες ὑφ οῦ νυττόμενος καὶ πονῶν πλέον ἀγριοῦται ⁑
msA, 17.138, commenting on 17.667 ἀργαλέου προ φόβοιο
ὅτι ἀντὶ τοῦ ὑπὸ φόβου ὁ έστιν ὑπο φυγῆς καὶ ὅτι ἕλωρ ἕλεμα ⁑
msA, 17.139, commenting on 17.675 ὀξύτατον δέρκεσθαι φησὶν ὁ Ἀριστοτε ὡς ἵστησι τοὺς νεοσσοὺς πρὸς ἥλιον ὁ αετὸς ἀναγκάζων βλέπειν· καὶ ὁ δυνηθεὶς ὁρᾶν τοῦ ἀετοῦ ἐστιν υἱὸς . ὁ δὲ μὴ , ἐκβέβληται καὶ γεγονεν ἁλιαιετός ⁑
msAil, 17.30, commenting on 17.262@προὔτυψαν προενέσησαν προενέβαλον
msAim, 17.47, commenting on 17.659 τὸ λίπος τῆς πιμελῆς εκ παρεπομένου δὲ το ζῆν : ⁑
msAim, 17.48, commenting on 17.664 ἐν ἄλλῳ τετιημένος ῆτορ : ⁑
msAint, 17.33, commenting on 17.657 τῆς ἐπ αγρῶ ἐπαύλεως ⁑
msAint, 17.34, commenting on 17.658 οτ ὁ και περισσος ἡ ὑφ εν κε κάμησι
msAint, 17.35, commenting on 17.664 βεβλημε διά λυπην
msAint, 17.36, commenting on 17.670 προσηνείας ἀπεινὴς δὲ ἐναντίος
msAint, 17.37, commenting on 17.671 οὐκ Αχιλλεὶ μόνω ⁑ ⁑