Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 237v

Manuscript msA, page 237v

image

prev: 237r next: 238r

Iliad text

17.704 Ἀντίλοχος , μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθῃ·image

17.705 ἀλλ’ ὅ γε , τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀν ἧκεν·image1, 2

17.706 αὐτὸς δ’ αὖτ’ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει·image

17.707 στῆ δὲ παρ’ Αἰάντεσσι θέων . εἶθαρ δὲ προσηύδᾱ·image

17.708 κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν .image

17.709 ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴωimage

17.710 νῦν ἱ̈έναι . μάλα περ κεχολωμένον Ἕκτορι δίῳ·image1

17.711 οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο·image

17.712 ἡμεῖς δ’ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην .image

17.713 ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν , ἠδὲ καὶ αὐτοὶimage

17.714 Τρώων ἐξ ἐνοπῆς . θάνατον καὶ κῆρα φύγωμεν·image1

17.715 τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας ·image

17.716 πάντα κατ’ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε ·image

17.717 ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ’ ὦκα·image

17.718 νεκρὸν ἀείραντες . φέρετ’ ἐκ πόνου· αὐτὰρ ὄπισθεimage

17.719 νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ·image1

17.720 ῗσον θυμὸν ἔχοντες , ὁμώνυμοι . οἳ τὸ πάρος περimage1

17.721 μίμνομεν ὀξὺν Ἄρηα παρ’ ἀλλήλοισι μένοντες·image1

17.722 ὣς ἔφαθ’ . οἳ δ’ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντοimage

17.723 ὕψι μάλα μεγάλως . ἐπὶ δ’ ΐαχε λαὸς ὄπισθεimage

17.724 Τρωϊκὸς ὡς εἴδοντο , νέκυν αἴροντας Ἀχαιούς ·image1

17.725 ΐθυσαν δὲ κύνεσσιν ἐοικότες . οἵ τ’ ἐπὶ κάπρῳimage

17.726 βλημένῳ ἀί̈ξωσι πρὸ κούρων θηρητήρων·image

17.727 ἕως μὲν γάρ τε θέουσι . διαρραῖσαι μεμαῶτες·image1

17.728 ἂλλ’ ὅτε δή ῥ’ ἐν τοῖσιν ἐλίξεται ἀλκὶ πεποιθὼς·image

Scholia text

msA, 17.144, commenting on 17.705 αλλ ὅ γε τοῖσιν μὲν : ὅτι ἀπέστρεφεν ἐκ τοῦ προς αυτὸν εἰς τὸν περι αυτοῦ λόγον· τὸ δὲ ανῆκεν ἀνέπεισεν παρώτρυνεν ⁑image

msA, 17.145, commenting on 17.714 Τρώων ἐξ ενοπῆς : ὥσπερ βοὴν λέγει τὴν μάχην ἀπο τοῦ ἀλαλαγμοῦ οὕτως καὶ ἐνοπῆς νῦν ἀπο μέρους τῆς μάχης φησίν ⁑image

msA, 17.146, commenting on 17.719 νῶϊ μαχησόμεθα· ὅτι ἐντεῦθεν τοῖς νεωτέροις ὁ βασταζόμενος Ἀχιλλεύς ὑπ Αίαντος ὑπερασπίζων δὲ Ὀδυσσεύς παρῆκται εἰ δε Όμηρος ἔγραφε τὸν Ἀχιλλεως θάνατον οὐκ ὰν εποίησε τὸν νεκρὸν ὑπ Αίαντος βασταζόμενον ὡς οἱ νεώτεροι ⁑image

msA, 17.147, commenting on 17.720 ἴσον θυμὸν ἔχοντες ό λο ἁπλούστερος ὁ Αἴας παράγεται ὥς γε τοιαῦτα λέγει ἡμεῖς μαχόμεθα ἐπειδὴ τὸ αὐτὸ ὄνομ’ ἔχομεν . οἱ γαρ δύο Αἴαντες καλούμεθα . βουγάϊος γὰρ ὡς ἀληθῶς ⁑image

msAil, 17.35, commenting on 17.705@ἀνῆκεν ανέπεισε καὶ παρώτρυνεν ⁑image

msAim, 17.51, commenting on 17.727 τὸ ἕως αντ τοῦ τέως διόπερ οὐδε ὑποστιγμὴν ποιεῖ : ⁑image

msAint, 17.40, commenting on 17.710 κεχολωμε Ἀτρείωνι .image

msAint, 17.41, commenting on 17.721 Αριστοφ δκ μένοντε ⁑image