Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 238r

Manuscript msA, page 238r

image

prev: 237v next: 238v

Iliad text

17.729 ἂψ ἀνεχώρησαν· διά τ’ ἔτρεσαν ἄλλϋδις ἄλλος .image

17.730 ὣς Τρῶες εἵως μὲν ὁμιλαδόν αῖὲν ἕποντοimage

17.731 νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφὶ γύοισιν·image

17.732 ἀλλ’ ὅτε δή ῥ’ Αἴαντε μεταστρεφθέντε κατ’ αὐτούςimage

17.733 σταίησαν· τῶν δὲ τράπετο χρώς· οὐδέ τις ἔτλη·image

17.734 πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι·image

17.735 ὣς οἵ γε μεμαῶτε νέκυν φέρον ἐκ πολέμοιοimage

17.736 νῆας ἐπὶ γλαφυράς . ἐπί δὲ πόλεμος τέτατό σφινimage

17.737 ἄγριος . ἠύτε πῦρ τό τ’ ἐπεσσύμενον πόλιν ἀνδρῶνimage

17.738 ὄρμενον ἐξαίφνης φλεγέθει· μινύθουσι δὲ οἶκοιimage

17.739 ἐν σέλαϊ μεγάλῳ· τό δ’ ἐπιβρέμει ἲς ἀνέμοιο·image

17.740 ὥς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάωνimage

17.741 ἀζηχὴς ὀρυγμαδὸς ἐπῄεν ἐρχομένοισιν·image

17.742 οἵ δ’ ὥς θ’ ἡμίονες κρατερὸν μένος ἀμφιβαλόντεςimage

17.743 ἕλκωσ’ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπόνimage

17.744 ἤ δοκόν· ἠέ δόρυ μέγα νῄον· ἐν δέ τε θυμόςimage

17.745 τείρεθ’ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῶ σπευδόντεσσιν·image

17.746 ὣς οἵ γε μεμαῶτε νέκυν φέρον· αὐτὰρ ὄπισθενimage

17.747 Αἴαντ’ ἰσχανέτην ὥς τε πρὼν ἰσχάνει ὕδωρimage

17.748 ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς·image

17.749 ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινά ῥέεθραimage

17.750 ἴσχει· ἄφαρ δέ τε πασί ροον πεδίον δε τίθησιimage

17.751 πλάζων· οὐδὲ τι μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·image

17.752 ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω·image

17.753 Τρώων · οἵ δ’ ἅμ’ ἕποντο· δύω δ’ ἐν τοῖσι μάλισταimage

17.754 Αἰνείας τ’ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρimage

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: