Manuscript msA, page 239r
| prev: 238v | next: 239v |
18.1 ὡς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·1, 2
18.2 Ἀντίλοχος δ’ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε·
18.3 τὸν δ’ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων .1, 2
18.4 τὰ φρονέοντ’ ἀνὰ θυμὸν . ἃ , δὴ , τετελεσμένα ῆεν·1
18.5 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·1
18.6 ῴ μοι ἐγὼ . τί τ αρ , αῦτε κάρη κομόωντες Ἀχαιοὶ
18.7 νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο·1, 2
18.8 μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ·
18.9 ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε1
18.10 Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο .1, 2
18.11 χερσὶν ὑπὸ Τρώων λείψειν φάος ἠελίοιο·1
18.12 ῆ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς·1
18.13 σχέτλιος . ῆ τ’ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ .1
18.14 νῆας ἒπ’ ὰψ , ϊέναι . μὴ δ’ Ἕκτορι ῗφι μάχεσθαι·1
18.15 ἕως ὁ ταῦθ’ ώρμαινε κατὰ φρένα καὶ κατα θυμόν·
18.16 τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς
18.17 δάκρυα θερμὰ χέων . φάτο δ’ ἀγγελίην ἀλεγεινήν·1
18.18 ᾤ μοι Πηλέος υἱὲ δαΐφρονος . ῆ μάλα λυγρῆς1
18.19 πεύσεαι ἀγγελίης . ἣ μὴ ὤφελλε γενέσθαι·
18.20 κεῖται Πάτροκλος . νέκυος δὲ δὴ ἀμφιμάχονται1
18.21 γυμνοῦ . ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Ἕκτωρ ·1
18.22 ὡς φάτο . τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·1
18.23 ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν1
18.24 χεύατο κακ κεφαλῆς· χαρίεν δ’ ήσχυνε πρόσωπον·
18.25 νεκταρέῳ δὲ χιτῶνι μέλαιν’ ἀμφίζανε τέφρη .1
msA, 18.1, commenting on 18.1 ὣς οι μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο· πυρὸς τρόπον τὸ δὲ ἔμπυρον τῆς μάχης βούλεται δηλῶσαι ⁑
msA, 18.2, commenting on 18.3 τονδ’ ευρε προπάροιθε· νῦν επι τόπου καὶ ἐν καδ δ’ έβαλε προπαροιθ νεώς τάσσεται δὲ καὶ ἐπι χρόνου σεῖο δ’ Ἀχιλλεῦ’ οὔτις ἀνηρ προπάροιθε μακάρων ⁑
msA, 18.3, commenting on 18.3 ορθοκραιράων τῶν τὰς κεφαλὰς ορθὰς ἐχουσῶν κραίραν γὰρ λέγουσι τὴν κεφαλήν . καὶ οἱ Ἀττικοὶ τὸ τῆς κεφαλῆς ήμισυ ἡμίκραιραν· λέγει δὲ δια τὸ τὰς πρώρας καὶ πρύμνας ἀνατετάσθαι ἐκ μεταφορᾶς τῶν βοῶν ⁑
msA, 18.4, commenting on 18.4 τα φρονέοντ’ ἀνα θυμὸν , οἱ περι τῶν φαύλων αγωνιῶντες ἐν τοῖς κινδύνοις δυσέλπιδές εἰσὶν ἔστι δὲ τῶν ἐν ατυχίᾳ προληπτικῶς ὁ νοῦς ⁑
msA, 18.5, commenting on 18.5 ὀχθήσας δ’ άρα εἶπε , ἥτοι λυπηθεὶς ἀπο τοῦ ἄχθεος ὅ ἔστι βάρους . λέγοιμεν δ ὰν καὶ βαρυνθείς ἢ τὸ ὀχθήσας ἀπὸ τοῦ όχθου ὠνόμασται ὄχθοι δὲ τὰ ὑψηλὰ οἷον ἐπαρθεὶς τῷ θυμῷ ⁑
msA, 18.6, commenting on 18.7 νηυσὶν ἐπι κλονέονται⁚ ἀναστρεπτεον τὴν προθ ὁμοίως καὶ επι τοῦ νηυσὶν επιπροέηκα · ἡ διπλη δὲ ὅτι λείπει ἡ διά φεύγοντες δια τοῦ πεδίου ⁑
msA, 18.7, commenting on 18.9 ὡς ποτέ μοι μηρ διεπέφραδε⁚ ἐζήτηται πῶς οὐκ εστιν Αὐτομέδων μηνυτὴς τῆς Πατροκλοῦ ἀναιρεσαι ἀλλα Ἀντίλοχος · καὶ διὰ τοῦ γυμνὸς τρεχ · ῥητεον οὖν ὅτι· Αὐτομεδωντα μὲν αἰσχρὸν ἢν μετὰ τῶν ἵππων ἔρχεσθαι πρὸς Αχι ἄπρακτον τῶν ἀλλῶν αγωνιζομενῶν πε τοῦ σωματ Ἀντίλοχός τε ταχὺς τὲ ὣν τῶν ἄλλων προεκριθ καὶ γυμνὸς ἄπεισι μετὰ τῶν όπλων ταῖς συμφοραῖς ἐμπομπευειν παραιτούμενος ἤ δια τὸ μη βαρούμενον τοῖς ὅπλοῖς χρονίσαι ἐν τῇ οδῷ ⁑
msA, 18.8, commenting on 18.10-18.11 Μυρμιδόνων τὸν ἄριστον⁚ χερσὶν ὑπο Τρώων ἐν τῇ Ριανοῦ οὐκ ῆσαν οἱ β ἴσως ἐπεὶ οὐκ ῆν Μυρμιδόνων ὁ Πατροκλος Λοκρὸς γὰρ ἢν ἐξ Οποῦντος , δεῖν δέ φησιν ὁ Ἀρίσταρχ Ἀρίσταρχος ουτ αὐτ παραδέχεσθαι , τὸν μετ αυτὸν ἄριστον τῶν Μυρμιδόνων· καὶ κατά τινας δὲ τῶν μεθ Ὅμηρον Ἄκτωρ ὁ πηρ τοῦ Μενοιτίου λέγεται λαβεῖν Αἴγιναν ἐκ ταύτης δὲ γενέσθαι Μενοίτιον καὶ οἰκῆσαι ἐν Ὀποῦντι οὕτως οὖν γίνεται τὸ ἀνέκαθεν Μυρμιδὼν ὁ Πάτροκλος · δύναται δὲ καὶ ἑτέρως Μυρμιδὼν ὁ Πάτροκλος λέγεσθαι διὰ τὸ μετα τὸν Ἀχιλλε ἡγήσασθαι τῶν Μυρμιδόνων . πῶς δὲ φασί τουτ πεπυσμένος παρα τῆς μρς ἔπεμπε τὸν Πάτροκλον εἰς τὸν πόλεμον ὅτι φαίη τίς ἄν οὔτε τούνομα σαφῶς εῖπεν οὔτε τὸν χρόνον παρά τε τὸν καιρὸν λήθη γίνεται τῶν τοιούτων ὅταν δὲ αποβῆ μιμνήσκονται ⁑
msA, 18.9, commenting on 18.10 ἄλλω χαρίεν τούτῳ τῷ τρόπῳ προειπεῖν τὴν Θέτιν , οὐ γὰρ ἐβούλετο τὸ μέλλον ἐπιτελεσθῆναι πάντως ἐκ πολλοῦ προειποῦσα λυπεῖν τὸν υἱὸν , ἐπίτηδες δὲ εἰπεῖν τὸ Μυρμιδόνων τὸν ἄριστον ἵνα μὴ φανερῶς εἴπη τὸν Πάτροκλον ⁑
msA, 18.10, commenting on 18.10 Μυρμιδόνων τὸν ἄριστον , ἡ διπλῆ πρὸς τὸ ἀμφίβολον πῶς Μυρμιδόνων ἄριστον λε τὸν Πάτροκλον Λοκρὸν οντα ⁑
msA, 18.11, commenting on 18.12 ῆ μάλα δὴ τέθνηκε μάλιστα τῆ διανοιᾳ κατείληφεν ὅτι τέθνηκεν εκ τοῦ βίου δὲ τὸ πάθος εἵλκυσε δεινοὶ γὰρ ἀεὶ τὸ χεῖρον εικαζειν οἱ στέργοντες ⁑
msA, 18.12, commenting on 18.14 νῆας ἐπ άψ ἰ̈έναι· ἀψ ἐπι νηας ϊέναι οὕτως ἡ Ἀρισταρχου . ἐπ ἐνίαις δὲ φαύλως νηας ἐπ ὰψ ϊέναι ⁚
msA, 18.13, commenting on 18.17 δάκρυα θερμὰ χεων⁚ ἵνα πλησιον γένηται τῆς ὑπονοιας Ἀχιλλεὺς καὶ μὴ περιμείνῃ τὴν ἀγγελιαν ⁑
msA, 18.14, commenting on 18.18 ᾥ μοι Πηλέος υἱε⁚ δεξιῶς πάνυ ὁ Ἀντίλοχος οὔτε τὸν τελευτήσαντα κατοικτίζεται οὔτε τὸν Ἀχιλλε · εἰς ἑαυτὸν δὲ τὴν συμφορὰν ἐπενεγκὼν ηὔξησε τὸ παθ ⁑
msA, 18.15, commenting on 18.21 γυμνοῦ ἀτὰρ τά γε . δεδήλωκε μετὰ συντομιας τὸ γεγενημένον πρᾶγμα ἀναγκαιως δὲ καὶ τὸ συμβὰν τῷ ἥρωϊ ευσχημόνως ἀπήγγειλεν οὐ γὰρ έφη σκυλεύσας τὰ ὄπλα ἔχει ἀλλα μόνον ἐσήμανεν ⁑
msA, 18.16, commenting on 18.22 τὸν δ’ ἄχεος νεφέλη⁚ Πλάτων ἐν τρίτῳ Πολιτείας κατηγορεῖ τῶν ὀδυρομένων λέγων ὑπερ τῶν τεθνεώτων μὴ δεῖν τοῦτο ποιεῖν ὡς δεινόν τι πεπονθότων Ζωϊλος δε φησιν ἄτοπον νῦν εἰδέναι τὸν Ἀχιλλε προειδέναι τὲ γὰρ ἐχρῆν ὅτι κοινοι οἱ πολεμικοὶ κίνδυνοι τόν τε θάνατον οὐκ εχρῆν δεινὸν ὑπολαμβάνειν , τό τε οὕτως ὑπερπενθεῖν γυναικῶδες . οὕτως οὑτ ἂν βάρβαρος τιθὴ ἐποίησεν καί τοι Ἑκάβης ἐπι τῷ συρμῷ Ἕκτορος οὐδὲν τοιοῦτόν ἐστιν Ζηνόδωρος δὲ ἀπολογεῖται λέγων ὅτι δια τὴν ὑπερβολὴν τῶν πεπραγμένων θρηνεῖ . καὶ ἄλλω ⁚ συνήθη ταῦτα τῷ τε βίῳ τοῦτό νυ καὶ γερας οῖον ὀϊζυροῖσι βρότοισι κείρασθαι τε κόμην βαλέην τ’ ἀπο δάκρυ παρειῶν ⁚ αλλως ει γὰρ Ἀντίλοχον ἥττονα φίλον κατλαμβάνει πένθος ἀκούσαντες · τί πείσεται Ἀχιλλεύς μείζων δὲ τὸ πάθος ἔδειξε δακρύσας
msA, 18.17, commenting on 18.20 κεῖται Πάτροκλος ⁚ προδοὺς ἴχνη τῆς συμφορᾶς τῷ δακρύῳ καὶ τῇ προφωνήσει οὕτως επι τὴν διήγησιν ερχεται αἱφνίδιον γὰρ προσπεσόντα τὰ δεινὰ τοῖς ἀκούουσιν ἐξίστησιν
msAil, 18.1, commenting on 18.1@Ὡς οτ ὥσπερ
msAil, 18.2, commenting on 18.25@νεκταρέῳ θείω καλῷ
msAim, 18.1, commenting on 18.7 οτ λειπ ἡ διὰ δια πεδίου
No relations found for urn:cts:greekLit:tlg5026.msAim.dipl:18.2.comment
msAint, 18.1, commenting on 18.11 ἀντι υπ τῶν χειρῶν τῶν Τρώων ⁑
msAint, 18.2, commenting on 18.13 τάλλας ἢ τλήμων ἐνταῦθα ⁑
msAint, 18.3, commenting on 18.23 οτ τὴν ἀπο πυρὸς τέφραν κόνιν λέγει διὸ καὶ αἰθαλόεσσαν αὐτὴν λέγει ⁑