Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 23r

Manuscript msA, page 23r

image

prev: 22v next: 23v

Iliad text

1.552 αἰνότατε Κρονίδη · ποῖον τὸν μῦθον ἔειπες·image1

1.553 καὶ λίην σε πάρος γ’ οὐτ’ εἴρομαι οὔτε μεταλλῶ .image1, 2

1.554 ἀλλὰ μάλ’ εὔκηλος , τὰ φράζεαι ἅσσ’ ἐθέλῃσθα·image1, 2, 3, 4

1.555 νῦν δ’ αἰνῶς δείδοικα κατα φρένα . μή σε παρείπῃimage1

1.556 ἀργυρόπεζα Θέτις , θυγάτηρ ἁλίοιο γέροντος·image1, 2

1.557 ἠερίη γὰρ , σοί γε παρ’ έζετο καὶ λάβε γούνων :image

1.558 τῇ σ’ ὀΐω κατανεῦσαι ἐτήτυμον , ὡς Ἀχιλῆαimage1, 2

1.559 τιμήσῃς . ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν ·image

1.560 τὴν δ`’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·image1

1.561 δαιμονίη . αἰεὶ μὲν , ὀΐεαι· οὐδέ σε λήθω·image1, 2

1.562 πρῆξαι δ’ ἔμπης οὔ τι δυνήσεαι· ἀλλ’ ἀπὸ θυμοῦimage

1.563 μᾶλλον ἐμοὶ ἔσεαι· τό δε τοι καὶ ῥίγιον ἔσται·image

1.564 εἰ δ’ οὕτω τοῦτ’ ἐστὶν , ἐμοὶ μέλλει φίλον εἶναι·image1, 2

1.565 ἀλλ’ ἀκέουσα κάθησο . ἐμῷ δ’ ἐπιπείθεο μύθῳ .image1

1.566 μήν οί τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ image1

1.567 ἄσσον ἰ̈όνθ’ , ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω·image1, 2, 3

1.568 Ὣς ἔφατ’ . ἔδδεισεν δὲ βοῶπις πότνια Ἥρη ,image

1.569 καί ῥ’ ἀκέουσα καθῆστο . ἐπιγνάμψασα φίλον κῆρ·image1, 2

1.570 ὄχθησαν δ`’ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·image1, 2

1.571 τοῖσιν δ’ Ἥφαιστος κλυτοτέχνης ἦρχ’ ἀγορεύεινimage

1.572 μητρὶ φίλῃ ἐπίηιρα φέρων λευκωλένῳ Ἥρῃ ·image1

1.573 ῆ δὴ λοίγια ἔργα τάδ’ ἔσσεται οὐδ’ ἔτ’ ἀνεκτά ,image1, 2, 3

1.574 εἰ δὴ , σφῶ , ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε .image1

1.575 ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸςimage1

1.576 ἐσθλῆς ἔσσεται ἦδος . ἐπεὶ τὰ χερείονα νικᾷ .image1, 2

Scholia text

msA, 1.1389, commenting on 1.553 καὶ λίην σε πάρος γ’ oὕτως αἱ Ἀριστάρχου καὶ ἡ Ριανοῦ καὶ ἡ Ἀριστοφα καὶ ἐστιν ἐμφατικὸν δι ὃ λεγόμενον τὸ οὕτε οἱ γράφοντες οὐδε μεταλλῶ κακῶς γράφουσιν ⁑image

msA, 1.1391, commenting on 1.554 ἅσσ’ ἐθέληισθα ὁ μὲν Πτολεμαῖος δασύνει· τρία λέγων σημαίνειν τὸ ἄσσα · τό τε ἅτινα καὶ ὅσα καὶ τινά · καὶ ὅτε μὲν ἰσοδυναμεῖ τῷ ἄτινα δασύνεται , ἀλλὰ καὶ ὅτε τῷ όσα ὡς ἐπι τοῦ ἄσσ ἂν ἐμοί περ αὕτη · ψιλοὶ δὲ ὅτε επι τοῦ τινὰ παραλαμβάνεται ⁑image

msA, 1.1392, commenting on 1.556 ἀργυρόπεζα κόσμον περὶ τὰς ὤας ἔχουσα , ἠ δια τοὺς αἰγιαλούς ⁑image

msA, 1.1393, commenting on 1.558 τῇ σ ὁΐω κατανοῦσαι διἀσταλτεον ἐπι τὸ ετήτυμον ἵν ᾖ ἀληθὲς κατανενευκέναι ⁑image

msA, 1.1394, commenting on 1.564 εἰ δ’ οὕτω τοῦτ’ ἔστι εἰ δὲ τοῦτο οὕτως ἔχον ἐστὶν ἔοικε καμοὶ προσφιλὲς εῖναι λέγει δὲ προὑποσχεσθαι τὴν Ἀχιλ τιμήν·image

msA, 1.1395, commenting on 1.565 κάθησο προπαροξυτόνως τὰ γὰρ σύνθετα προστακτικὰ βραχυκαταληκτα ὡς επι τὸ πλεῖστον ἀναπέμπει τὸν ἑαυτῶν τόνον τὰ δε μακροκατάληκτα τὸν αυτὸν τοῖς αὐτοῖς φυλάσσει τόνον βραχυκατάληκτα μὲν λέγε κατάλεγε σπεῖρε κατάσπειρε οὕτως οὖν καὶ ἧσο καθησο · μακροκατάληκτα δὲ νοοῦ διανοοῦ ποίει περιποίει ⁑image

msA, 1.1396, commenting on 1.567 ἀάπτους χείρας οὕτως ψιλῶς προενεκτεον οὕτως δὲ καὶ Ἀρίσταρχος ἤκουε δὲ τὰς δεινὰς καὶ απτοήτους· ὁ δὲ Ζηνόδοτος · καὶ αὐτὸς ὁμοίως τῷ πνι εἰς τὰς ἰσχυρὰς δὲ μετελάμβανεν ἐν δὲ ταῖς Ἀριστοφάνους Γλώσσαις δια τοῦ ε ἐγέγραπτο ἀέπτους . εἰσὶ δὲ οἳ ἀπροσπελάστους ἀποδιδασιν ἀπο τοῦ άψασθαι ὃν οὐδεὶς ἂν άψαιτὸ δι’ ἰ¨σχὺν· ἐμοὶ δὲ δοκεῖ παρα τὸ ϊάπτω γεγενῆσθαι ὃ σημαίνει τὸ διαφθείρω καὶ βλάπτω· ἔνθεν τὸ πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν καὶ μέσον αὐτοῦ κατ έλλειψιν τοῦ α μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν · ἔνθεν καὶ ὁ ἲ¨ψ ἔστι δὲ θηρίον διατρῶγον τὰ ξύλα , ἀπο δὴ τούτου τοῦ ἰάπτω τῶ αϊάπτους ἦν καὶ κατ έλλειψιν τοῦ ϊ ἀάπτους ἤτοι τὰς μὴ δυναμένας διαφθαρῆναι καὶ βλαβῆναι ὴ κατ επίτασιν τὰς άγαν δυναμένας βλάψαι καὶ διαφθεῖραι ⁑image

msA, 1.1397, commenting on 1.566 θεοί εἰσ’ ἐν Ὀλύμπω · ἀπο τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω πρῶτον πρόσωπον ἑμὲν ὡς τίθημι τίθεμεν ετέ καὶ τὸ τρίτον εσί καὶ κατα πλεονασμὸν τοῦ ϊ εἰσὶ μαρτυρεῖ τὸ έασι τῇ διφθόγγῳ γραφῇ ὥσπερ γὰρ εκ τοῦ τιθέασι τιθεῖσι · οὕτως καὶ ἐκ τοῦ ἔασιν εἰσίν ⁑image

msA, 1.1398, commenting on 1.569 καθῆστο τοῦ έζω ἐστὶν ἡ κλῆσις , ῆσμαι ἥσμην ῆσσο ἧστο καὶ ἐν συνθέσει καθῆστο · εἰ γὰρ ἢν ἐκ τοῦ ῆμαι ὡς ἀπο τῶν εἰς μι ἀνεδίδου τὸν τόνον οἱ δὲ τοιοῦτοι παρακείμενοι καὶ ὑπερσυντέλικοι δισύλλαβοι ἔχοντες δύο σύμφωνα ἐν τῇ συνθεσει φυλάσσουσι τὸν τόνον . εῖργμαι καθεῖργμαι ἦγμαι κατῆγμαι οὕτως οὖν καὶ τὸ καθῆστο ⁑image

msA, 1.1400, commenting on 1.575 κολῳὸν ἀπο τοῦ κολοιὸς εγένετο τὸ κλῳὸς τοῦ ο τραπεντος εἰς τὸ ῳ δι’ ὃ καὶ τὸ ϊ γράγεται ὡς κλοιός κλῳός , ὁ δε Φιλόξενος παρα τὸ κολῶ ὅ ἐστι τὸ κλάζω ἀπο τοῦ κλῶ κατα παραγωγὴν καὶ οὐ προσγράφει τὸ ϊ ⁑image

msA, 1.1401, commenting on 1.576 ἦδος ψιλωτέον ὡς τροχαϊκὸν τῶν εἰς ος ληγόντων κατα σχηματισμόν ἔστι τὸ ῆδος τὸ ἡδονὴ δασυνόμενον γὰρ μετασχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον ὡς τὸ ἡμέρα μετασχηματίζεται εἰς τὸ ῆμαρ ψιλούμενον καὶ τὸ ἅμα ἐν τῷ ἄμυδις · οὕτως Ἡρῳδιανὸς ἐν τῆ Ἰ¨λιακῇ προσωδίᾳ ⁑image

msAil, 1.1409, commenting on 1.552 δεινότατε ἐπίφοβεimage

msAil, 1.1410, commenting on 1.553 καὶ πάνυ σε ἐν τῷ ἐμπροσθεν χρόνῳimage

msAil, 1.1411, commenting on 1.554 ἥσυχοςimage

msAil, 1.1412, commenting on 1.554 διενοοὺ ἐβουλεύουimage

msAil, 1.1413, commenting on 1.555 δεινῶςimage

msAil, 1.1414, commenting on 1.558 ἀληθέςimage

msAil, 1.1415, commenting on 1.561 νῦν κακη φαύληimage

msAil, 1.1416, commenting on 1.561 δια παντος μὲν ὑπονοεῖςimage

msAil, 1.1417, commenting on 1.569 πραΰνασαimage

msAil, 1.1418, commenting on 1.570 ἐστέναξαν δια τὴν Ἡρανimage

msAil, 1.1419, commenting on 1.573 ὄντως δήimage

msAim, 1.1402, commenting on 1.564 ὅτι τὸ μελλει οὐκ ἔστι χρονικόν αλλ αντι τοῦ έοικε ⁑image

msAim, 1.1403, commenting on 1.567 αντὶ ἰόντος δοτικη δὲ κέχρηται ἀντι γενικῆς ⁑image

msAim, 1.1404, commenting on 1.573 διασταλτέον ἐπι τὸ ανεκτα έχεται γράφει τῶν ἑξῆς ⁑image

msAint, 1.1405, commenting on 1.556 κόσμον περι τὰς ώας ἔχουσα , ἡ δια τοὺς αιγιαλους ⁑image

msAint, 1.1406, commenting on 1.560 γράφεται τὴν δὲ μέγ’ ὀχθησαςimage

msAint, 1.1407, commenting on 1.567 ‡ὅτι Ζηνοδ γράφει άσσον ϊοντε οὐκ ἔστι δέ ἀλλ’ ἀντι ϊόντος συγχεῖ δὲ καὶ τὸ δκ ⁑image

msAint, 1.1408, commenting on 1.570 βραχὺ διασταλτεον ἐπι τὸ Διός ὁ γὰρ οικος Διός :image