Manuscript msA, page 23v
prev: 23r | next: 24r |
1.577 μητρὶ δ’ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ1, 2, 3
1.578 πατρὶ φίλῳ ἐπίηρα φέρειν Διῒ , ὄφρα μὴ αὖτε1, 2
1.579 νεικείῃσι πατὴρ , σὺν δ’ ἥμῑν δαῖτα ταράξῃ .1
1.580 εἴ περ γάρ κ’ ἐθέλησιν Ὀλύμπιος ἀστεροπητὴς .
1.581 ἐξ ἐδέων στυφελίξαι . ὃ γὰρ πολὺ φέρτατός ἐστιν :1, 2, 3
1.582 ἀλλὰ σὺ τόν γ’ ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν .1
1.583 αὐτίκ’ ἔπειθ’ ἵ̈λαος Ὀλύμπιος ἔσσεται ἥμιν·
1.584 ὡς ἀρ ἔφη· καὶ ἀναΐξας . δέπας ἀμφικύπελλον1, 2, 3
1.585 μητρὶ φίλῃ ἐν χερσὶ τίθει· καί μιν προσέειπε·1
1.586 τέτλαθι μῆτερ ἐμὴ . καὶ ἀνάσχεο κηδομένη περ·1
1.587 μή σε φίλην περ , ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴ̈δωμαι
1.588 θεινομένην· τότε δ’ οὔ τι δυνήσομαι ἀχνύμενός περ1
1.589 χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·1
1.590 ἤδη γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα1, 2
1.591 ῥίψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο·1, 2, 3, 4, 5
1.592 παν δ’ ῆμαρ φερόμην· ἅμα δ’ ἠελίῳ καταδύντι
1.593 κάππεσον ἐν Λήμνῳ · ὀλίγος δ’ ἐτί θυμὸς ἐνῆεν :1, 2
1.594 ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα .1, 2
1.595 ὡς φάτο· μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη .1
1.596 μειδήσασα δὲ , παιδὸς ἐδέξατο χειρὶ κύπελλον :1, 2, 3
1.597 αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν1
1.598 ᾠνοχόει γλυκὺ νέκταρ ἀπο κρητῆρος ἀφύσσων·1, 2
1.599 ἄσβεστος δ’ ὰρ , ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν1, 2
1.600 ὡς ἴ̈δον Ἥφαιστον διὰ δώματα ποιπνύοντα .1, 2
1.601 ὡς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα .
msA, 1.1437, commenting on 1.577 +παράφημι ὡς σύνθετον ἀνεβίβασε τὸν τόνον τὰ γὰρ ὀξυνόμενα τῶν εἰς μι τοιαῦτα ⁑
msA, 1.1438, commenting on 1.579 σὺν δ’ ᾕμιν δαῖτα πιθανώτερον ὀξύνειν τὴν πρώτην τοῦ ἡμιν καὶ ἐκτείνειν τὴν τελευταίαν ⁑
msA, 1.1439, commenting on 1.580-1.583 ἀστεροπητης ἀστραπὰς ποιῶν αἱ διορθώσεις τῶν στίχων τούτων διάφοροι· οἱ μὲν εἰς τὸ ἀστεροπητὴς ὑποστίζουσιν καὶ τὸ στυφελίξαι . ὑποτελείαν στίζουσι στιγμήν ἐκδεχόμενοι αὐτὸ εὐκτικὸν εἶναι ῥῆμα· ὁμοίως δὲ καὶ τὸ ἐστιν καὶ τὸ μαλακοῖσιν · τελείαν οἱ δὲ τὸ στυφελίξαι ὑποστίξαντες . καὶ τὸ ἐστι καὶ τὸ μαλακοῖσιν ἐκδεχόμενοι συνεκδοχικῶς ὑπακούεσθαι τῷ στίχω τὸ ἐθέλεις τοῦ ἀλλά παραλαμβανομένου ἀντι τοῦ δε ἵν ᾖ ἡ ἔννοια τοιαύτη· σὺ δὲ τοῦτον ἐθέλεις θεραπεῦσαι καὶ εἰς τὸ ἔσσεται ἡμῖν τελείαν στίζουσιν . ἄλλοι δὲ ὑποστίζοντες εἰς τὸ στυφελίξαι καὶ τὸ ἔστιν εἰς τὸ μαλακοῖσι τϊμθέασι τὴν τελείαν ἵν ᾖ ἐλλεῖπον τῷ λόγῳ τὸ ὀφείλεις ⁑
msA, 1.1440, commenting on 1.584 δέπας οἰονεὶ δέχας καὶ πλησαμενος οἱνοῖο δέπας καὶ δεικανόωντο δεπάεσσι · γελοῖος δε ἐστιν Ἥφαιστος ἀναπηδῶν καὶ μιμούμενος Ἥβην καὶ Γανυμήδεα καὶ μεμνημένος τῆς ρίψεως ⁑
msA, 1.1441, commenting on 1.585 ἐν χερσὶ τίθει οὕτως αἱ Αρισταρχου ἐν χειρί οὐ πληθυντικῶς ἐν χερσίν · ὁμοίως δὲ καὶ ἡ Μασσαλιωτικὴ καὶ ἡ Σωσιγένους . καὶ ἡ Ἀριστοφάνους . συνᾴδει δὲ καὶ τὸ ἐπιφερόμενον· μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον ⁑
msA, 1.1442, commenting on 1.590 ἤδῃ γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα ⁑ Ἡρακλῆς ἀνακομιζόμενος εξ Ιλίου μετὰ τὴν γενομένην ὑπ αυτοῦ πόρθησιν τῆς Ἰ¨λίου ἐπι τῆ Λαομέδοντος ἀπάτη , παρ ὅσον αὐτῷ ἀντι τῶν ἀθανάτων ἵππων οὓς ὑπέσχετο ἀντέδωκεν θνητοὺς ἀπατήσας κατ εκεῖνο καιροῦ προσέσχεν τῇ Κῷ τῆς Μεροπίδος · χειμῶν κατεχόμενος κατα χόλον Ἥρας , μισόυσης τὸν ἥρωα καὶ δια τοῦτο πρότερον κατακοιμισάσα τὸν Δία οἱ δὲ ἀπο τῆς Κω θεασαμενοι αυτὸν καὶ ὡς ἄγριον Φοβηθέντες ἐξήλασαν ἀπο τῆς πο ἐφ ᾧ ἀγανακτησας Ἡρακλῆς εξεπόρθησε τὴν Κω · ἐπι δὲ τῇ τῆς Ἥρας κατακοιμήσει ὁ Ζεὺς ὁργισθεὶς ἐν δεσμοῖς κατέσχεν τὴν Ἥραν ἣν ἐπειρᾶτο τηνικαυτα ὁ Ἥφαιστος λύειν καὶ φωραθεὶς ἀπο τοῦ Ὀλύμπου ἐξερρίφη καὶ εἰς Λῆμνον πρὸς τὴν τῆς Θρακης νῆσον καταπεσὼν χωλὸς ἐγένετο ὥς φησιν ὁ ποιητὴς δι ὃ καὶ ιερὰ τοῦ θυ ἡ Λῆμνος ⁑
msA, 1.1443, commenting on 1.591 ῥίψε ποδὸς ὅτι ἀπο δυεῖν τόπων συμπεπλήρωκε τὸν μῦθον· νῦν μὲν γάρ ὅτι ἐρρίφη κατα δὲ τὴν ὑπόμνησιν τῶν τῆς Ήρας δεσμῶν καὶ τὸν καιρὸν καὶ τὴν αἰτίαν δι ἢν ἐρρίφη ⁑
msA, 1.1444, commenting on 1.591 δύο ῥίψεις Ἡφαίστου · προτέρα μὲν ἡ ὑπο τὴν γένεσιν τῆς Ἥρας · δευτέρα δὲ ἡ ὑπο Διὸς δια τοὺς τῆς Ήρας δεσμούς·
msA, 1.1445, commenting on 1.591 απο βηλοῦ· ἀπo τοῦ βεβηκέναι τοὺς θεοὺς ἐπ αυτὸ καὶ τοὺς ἀστέρας κεῖθι βαίνειν . οὔτως είρηται· τῷ δὲ τόνῳ καθάπερ οἱ Ἀριστάρχειοι βηλόν ὡς χωλὸν προφερόμενοι ἀποδιδόντες τὸν τῶν θεῶν βαθμόν· ἕταιοι δὲ βηλὸν εἶπον τὸν ἀνωτάτω πάγον καὶ περιέχοντα τὸν πάντα ἀέρα· ἄλλοι δὲ τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἄστρων· κοινῶς δὲ σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας ὃ καλεῖται φλιαὶ· ὁ γὰρ ποιητὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχειν· εἴρηται δὲ βηλὸς ἀπο τοῦ βαίνεσθαι ὡς καὶ ὀδὸς ἀπο τοῦ διοδευεσθαι· τινὲς δὲ κατα Χαλδαίους τὴν ἀνωτάτω τοῦ οὐρανοῦ περιφέρεια· οἱ δὲ κατα Δρύοπας τὸν Ὄλυμπον · ἄμεινον δὲ τὸν βατῆρα λεγειν ⁑
msA, 1.1446, commenting on 1.593 κάππεσον ἐν Λήμνῳ προς τὰ περι Ὀλύμπο παράκειται γὰρ ἡ Λῆμνος τῇ Θράκῃ · τινὲς δὲ μεταποιοῦσιν ἐς Λῆμνον . ἀλλ’ ὁ ποιητὴς χρῆται τῷ τοιούτῳ σχήματι , ἐν δ’ έπεσ ᾨκεανῷ κάππεσεν ἐν κονίῃσι , θοῇ ἐν νηῒ πέσῃσιν , οὕτως Ἀρίσταρχος ⁑
msA, 1.1447, commenting on 1.594 Σίντιες ἀπο τοῦ σίνεσθαι καὶ βλάπτειν ὄντας πειραστάς· ἠ ὅτι δοκοῦσιν αὐτοὶ πρώτοι ἐπινενοηκέναι τὰ προς τὸν πόλεμον όπλα· ταῦτα γὰρ ὁμολογουμένως βλάπτει ⁑
msA, 1.1449, commenting on 1.600 Ἥφαιστος . δασυνεται δια τὴν ἐτυμολογίαν παρα γὰρ τὸ ἅπτω ἐγένετο ⁑
msAil, 1.1457, commenting on 1.577 παραινῶ σύμβουλεύω
msAil, 1.1458, commenting on 1.577 φρονούση
msAil, 1.1459, commenting on 1.578 νῦν χάριν
msAil, 1.1460, commenting on 1.581 ἀποκινῆσαι ἀνατρέψαι
msAil, 1.1461, commenting on 1.582 καταπραύνειν ἐπέχειν
msAil, 1.1462, commenting on 1.584 ἀναστάς
msAil, 1.1463, commenting on 1.588 πληττομενην ⁑
msAil, 1.1464, commenting on 1.589 χαλεπός
msAil, 1.1465, commenting on 1.590 βοηθεῖν
msAil, 1.1466, commenting on 1.591 ἐκτείνας
msAil, 1.1467, commenting on 1.591 ἀπο βηλοῦ θείου θαυμαστοῦ
msAil, 1.1468, commenting on 1.593 ἀντι τοῦ ἐλειποψύχουν
msAil, 1.1469, commenting on 1.594 τοτε με
msAil, 1.1470, commenting on 1.595 ἐγέλασε
msAil, 1.1471, commenting on 1.596 ποτήριον·
msAil, 1.1472, commenting on 1.597 ἀπο των δεξιῶν μερῶν αρξάμενος :
msAil, 1.1473, commenting on 1.598 ἐκίρνα
msAil, 1.1474, commenting on 1.599 πολύς
msAil, 1.1475, commenting on 1.599 διεγείρετο :
msAil, 1.1476, commenting on 1.600 ἐνεργοῦντα διακονοῦντα
msAim, 1.1451, commenting on 1.581 λείπει τὸ δύναται
msAim, 1.1452, commenting on 1.584 βραχὺ διασταλτέον μετα τὴν μετοχήν :
msAim, 1.1453, commenting on 1.586 ην
msAim, 1.1454, commenting on 1.596 βραχὺ μετὰ τὸν συν διασταλτέον ⁑
msAint, 1.1455, commenting on 1.581 ἀντὶ στυφελίξειε ⁑
msAint, 1.1456, commenting on 1.596 ὅτι ελλείπει ἡ παρὰ προθ ἵν ῇ παρὰ παιδός ⁑