Manuscript msA, page 240r
| prev: 239v | next: 240v |
18.51 στήθεα πεπλήγοντο . Θέτις δ’ ἐξῆρχε γόοιο·
18.52 κλῦτε κασίγνηται Νηρηΐδες· ὄφρ’ εὖ , πᾶσαι
18.53 εἴδετ’ ἀκούουσαι ὅσ’ ἐμῷ ἔνι κήδεα θυμῷ·1, 2
18.54 ῴ μοι ἐγὼ δειλή . ῴ μοι δυσαριστοτόκεια·1
18.55 ἥ τ’ ἐπεὶ ὰρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε .
18.56 ἔξοχον ἡρώων . ὁ δ`’ ἀνέδραμεν έρνεϊ ἶ̈σος .1
18.57 τὸν μὲν ἐγὼ θρέψασα . φυτὸν ὡς γουνῷ ἁλῳῆς .1, 2
18.58 νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ί̈λιον εἴσω
18.59 Τρωσὶ μαχησόμενον . τὸν δ’ οὐχ ὑποδέξομαι αὖτις
18.60 οἴκαδε νοστήσαντα . δόμον Πηλήϊον εἴσω·1
18.61 ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο .
18.62 ἄχνυται . οὐδέ τι οἱ δύναμαι χραισμῆσαι ἰ̈οῦσα·
18.63 ἂλλ’ εῖμ’ . ὄφρα ΐδοιμι φίλον τέκος . ἠδ’ ἐπακούσω .
18.64 ὅττί μιν ΐκετο πένθος . ἀπὸ πτολέμοιο μένοντα·1
18.65 ὡς ἄρα φωνήσασα· λίπε , σπέος· αἱ δὲ συν αὐτῇ·
18.66 δακρυόεσσαι ΐσαν· περὶ δέ σφισι κυμα θαλάσσης
18.67 ῥήγνυτο , ταὶ δ’ ὅτε δὴ Τροίην ἐρίβωλον ΐκοντο .
18.68 ἀκτὴν εἰσανέβησαν ἐπισχερὼ· ἔνθα , θαμειαὶ1, 2
18.69 Μυρμιδόνων εἴρυντο , νέες . ταχὺν ἀμφ’ Ἀχιλῆα ·
18.70 τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ·
18.71 ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο·
18.72 καί ῥ’ ὀλοφυρομένη . ἔπεα πτερόεντα προσηύδᾱ·
18.73 τέκνον , τί κλαίεις . τί δέ σε φρένας ΐκετο πένθος·
18.74 ἐξαύδᾱ . μη κεῦθε· τὰ μὲν δή τοι τετέλεσται
18.75 ἐκ Διὸς . ὡς ἄρα δὴ πρίν γ’ εὔχεο χεῖρας ἀνασχὼν .
msA, 18.24, commenting on 18.54 δυσαριτοτόκεια ⁚ ἐκ τριῶν συνθέτων ὡς τὸ ἀμιτροχίτωνας λέγει δὲ ἐπι κακῷ τὸν ἄρῖστον τετοκυῖα ὡς ἄν τις εἴποι ἐπι δυστυχίᾳ εὔτεκνος ⁑
msA, 18.25, commenting on 18.56 ἔξοχον ἡρώων⁚ ἡ ὑποστιγμὴ ἤτοι ἐπι τὸ ἡρώων ἵνα ὁ μὲν σύνδεσμος περισσεύη· ἠ καὶ ἐπὶ τὸ ἴσος ἵνα ἡ ἀνταπόδοσις τὸν μὲν ἐγὼ θρέψασα ⁑
msA, 18.26, commenting on 18.57 τὸν μὲν ἐγὼ θρέψασα⁚ ὅτι ἡ Θέτις οὐκ απελείφθη τοῦ Πηλέως οικου καθάπερ οἱ νεώτεροι δωδεκατιον καταλιποῦσα τὸν Ἀχιλλέα . ὁ δε Πηλεὺς Χείρονι παραδέδωκεν ἵνα τραφῇ ⁑
msA, 18.27, commenting on 18.57 γουνῷ αλωῆς· τῷ γονίμῳ τόπω τῆς γῆς ἠ τῶ ὑψηλοτάτῳ μεταφορικῶς ἀπο τῶν γονάτων τῶν ἐν τῷ σώματι ἅπεξ ἐξέχει ⁑
msA, 18.28, commenting on 18.60 οἴκαδὲ νοστήσαντα⁚ ὅτι Ὅμηρος οὐκ οῖδεν ὡς οἱ νεώτεροι ποιηταὶ κεχωρισμένην τὴν Θέτιν ἀπο τοῦ Πηλέως ὑπο τὴν Ἀχιλλέως γένεσιν ἀλλ ὅτι καὶ μετὰ τὸν Τρωϊκὸν πόλεμον σύνεστι λέγει ⁑
msA, 18.29, commenting on 18.63-18.64 ἀλλ εἶμ’ τοῦτο ὡς ἐν ποιήσει ἀκουστέον οὐ γὰρ πιθανὸν τὴν προειρηκυῖαν περι τῆς τοῦ Πατρόκλου τελευτῆς νῦν αὐτὸ τοῦτο αγνοοῦσαν φαίνεσθαι ⁑
msA, 18.30, commenting on 18.64 ἀπο πτολέμοιο μένοντα· Ἀρίσταρχος φυλάττει τὸν τόνον τῆς προθέσεως ἔφαμεν δὲ ἐν ἑτέροις ὅτι ἡ ἀπο ἐὰν συντάσσηται τῇ γενικῇ μὴ μεταξὺ πιπτουσῶν λέξεων καὶ σημαίνει τὸ ἄπωθεν φυλάσσει τὸν τόνον· οὕτως γοῦν ἀνέγνωμεν ἀπο πατρίδος ἄνδρα κατακτάς · καὶ οὐκ εθέλεσκε μάχην ἀπο τείχεος · καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπο ἧς ἀλόχοιο · προσέθηκα δὲ μὴ μεταξὺ πιπτουσῶν λέξεων , δια τὸ ἀπο πλυνοί εἰσὶ πόλιος · οὐ γὰρ ἐπλησίασε τῆς πo γενικῇ ἀλλα μεταξὺ ἀνεδέξατο λέξεις ⁑
msA, 18.31, commenting on 18.68 ἐπισχερώ , ὀξύνεται καὶ σεσημείωται ὥσπερ καὶ τὸ ϊώ · οὐδὲν γὰρ εἰς σω λῆγον ἐπίρρημα θέλει ὀξύνεσθαι ⁑
msA, 18.32, commenting on 18.68-18.69 ἀκτὴν εἰσανέβαινον . τὸ ἐπισχερῶ ἑκατέρωσε δύναται προσδίδοσθαι καὶ γὰρ τὰς Νηρεΐδας ἂν εἶναι τάξει πρέπον καὶ τὰς ναῦς εἰκὸς ἐφεξῆς τετάχθαι ὡς ἐν τῷ περι ναυστάθμου λέγεται ⁑
msAim, 18.6, commenting on 18.53 ἀριστοφ ἐπι κήδεα
msAim, 18.7, commenting on 18.68 γρ εἰς ἀνέβησαν
msAint, 18.6, commenting on 18.53 αντ τοῦ εἴδητε