Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 240v

Manuscript msA, page 240v

image

prev: 240r next: 241r

Iliad text

18.76 πάντας ἐπὶ πρύμνῃσιν . ἀλήμεναι υἷας Ἀχαιῶνimage1

18.77 σεῦ ἐπιδευομένους , παθέειν τ’ ἀεκήλια ἔργα .image1

18.78 τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·image

18.79 μῆτερ ἐμὴ· τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·image

18.80 ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φιλος ὤλεθ’ ἑταῖροςimage1

18.81 Πάτροκλος , τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρωνimage

18.82 ῗσον ἐμῇ κεφαλῇ . τὸν ἀπώλεσα· τεύχεα δ’ Ἕκτωρimage1

18.83 δῃώσας ἀπέδυσε πελώρια , θαῦμα ἰ̈δέσθαι .image

18.84 καλὰ . τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶραimage

18.85 ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ·image

18.86 αίθ’ ὄφελες σὺ μὲν αὖθι μετ’ ἀθανάτῃς ἁλίῃσιimage1, 2, 3

18.87 ναίειν . Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν·image

18.88 νῦν δ’ . ἵ̈να καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴηimage

18.89 παιδὸς ἀποφθιμένοιο , τὸν οὐχ ὑποδέξεαι αῦτιςimage

18.90 οἴκαδε νοστήσαντ’ . ἐπεὶ οὐδ’ ἐμὲ θυμὸς ἄνωγεimage1

18.91 ζώειν . οὐδ’ ἄνδρεσσι μετέμμεναι . αἴ κε μὴ Ἕκτωρimage

18.92 πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς . ἀπὸ θυμὸν ὀλέσσῃ .image1

18.93 Πατρόκλοιο δ’ ἕλωρα Μενοιτιάδαο ἀποτίσῃ·image1, 2

18.94 τὸν δ’ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·image1

18.95 ὠκύμορος δή μοι τέκος ἔσσεαι . οἷ’ ἀγορεύεις·image

18.96 αὐτίκα γάρ τοι ἔπειτα μεθ’ Ἕκτορα πότμος ἑτοῖμος·image

18.97 τὴν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·image

18.98 αὐτίκα τεθναίην . ἐπεὶ οὐκ ἂρ , ἔμελλον ἑταίρῳimage1

18.99 κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρηςimage1

18.100 ἔφθιτ’ . ἐμεῖο δὲ , δῆσεν , ἄρῆς ἀλκτῆρα γενέσθαι·image1, 2, 3, 4, 5

Scholia text

msA, 18.33, commenting on 18.76 ‡ ἀλήμεναι , υἱας Αχαιῶν ⁚ ὡς παρα τὸ βῆναι βήμεναι ἐγένετο . οὕτως καὶ παρα τὸ ἀλῆναι ἀλήμεναι . ἠ λαοὺς ἐς τεῖχος ὁμοκλήσας ἀλῆναι ψιλοῦται δὲ καὶ τὸ ἐάλη . καὶ τὸ οίμησεν δὲ ἀλεὶς καὶ πᾶς ὁ σχηματισμός . ἐπεὶ καὶ τὸ θέμα αὐτῶν ἐψιλοῦτο ⁑image

msA, 18.34, commenting on 18.77 σεῦ οπιδευομένος . πρὸς τὴν συναλιφήν ὅτι ἐκήλια ἐκληπτέον κατα ἀπόφασιν τοῦ εκήλου ἐφ οἷς οὐχ οἰόν τε ἡσυχάζειν παθέειν τ’ ἀεκήλια ἔργα· ὁ Ἀσκαλωνίτης ἀεκήλια οἶον οὐχ ἥσυχα , οὐδε ειρηνικὰ ἐπεὶ εκηλος ὁ ήσυχος ὥστε στέρησιν αὐτῶν ἐκδέχεσθαι· οὕτως δὲ καὶ Ἀρίσταρχος . οἷον ταραχώδη ἡ ἀκούσια ἃ οὐκ ἄν τις ἑκὼν πάθοι· ὁμοίως δὲ καὶ Ἀλεξίων καὶ ἔχονται τοῦ δηλουμένου ⁑image

msA, 18.35, commenting on 18.86 αίθ’ όφελες· οὕτως αίθ’ ὄφελες · Ἀπολλώνιος ἐν τῷ Περι συντάξεως τίθησι τὸν στίχον οὕτως ἔχοντα ⁑image

msA, 18.36, commenting on 18.85-18.89 νῦν δ’ ἵνα καὶ σοὶ πένθος . δια τοῦ ἵνα σύνδεσμον ὑποστιγμῇ ἐπι τὸ ἀποφθιμένοιο ἵνα ὁ λόγος ᾖ τοιοῦτος , νῦν δ’ ἵνα και σὺ πενθήσῃς τὸν υἱὸν ἀπολέσασα τοῦτον οὐχ ὑποδέξη ὑποστρέψαντα οἴκαδε ἠ παντελῶς παραιρεθήσεται ἡ ὑποστιγμὴ κοινοῦ νοουμένου ἄνοθεν τοῦ ἀνέρος ἔμβαλον εὐνῇ ⁑image

msA, 18.37, commenting on 18.92 πρῶτος ἐμῷ ὑπο δουρι , τὸ ἑξῆς ἐστιν ἀπολέσσῃ . διὸ οὐκ αναστρεπτέον τὴν ἀπο τὴν μέντοι ὑπο ἐπεὶ τὸ ἀκόλουθόν ἐστιν ὑπ εμῷ εἰσὶ μέντοι οἳ οὐκ ανέστρεψαν ἀλλα συνέταξαν τῇ δοτικῇ δουρὶ εμῷ ἐν ἑτέροις γὰρ οὕτως αὐτὸν εἰρηκέναι δουρὶ δ’ ἐμῷ κτεάτισσα ⁑image

msA, 18.38, commenting on 18.98 αὐτίκα τεθναίην , ἡ μὲν ᾤετο δια τὸν λόγον ἀποτρέψειν αὐτὸν τῆς σπουδῆς . οἱ δὲ αὐτὸ τουτ πρῶτον μέτ’ επιτάσεως τάσσει . διὰ τοῦ αὐτίκα ὡς τῷ φίλῳ ἀκολουθήσων ⁑image

msA, 18.39, commenting on 18.100 ἐμεῖο δὲ δῆσεν ἀρῆς⁚ τινὲς περιθέσπασαν τὸ ἀρῆς ἵνα σημαίνηται βλάβης . οὕτως καὶ ὁ Ἀσκαλωνίτ καὶ ἡμεῖς· τὸ δὲ δῆσεν δισύλλαβον ἐκδεκτέον ποιητικόν καὶ τὸ ε τοῦ προκειμένου ἐστι συνδέσμου ⁑image

msA, 18.40, commenting on 18.100 δῆσεν ἀρῆς δια τοῦ ω Ἄρεω ἡ Ἀριστάρχου καὶ ἔστι τὸ λεγόμενον ἐμοῦ ἐδέησε τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεω καθ ὃν ἀπώλετο ἀπ ευθείας τῆς ὁ Ἄρεως ὡς ὁ Πείρεως , Πείρεω υἱόν · ἐν δε τοῖς εἰκαιοτέροις , ἀρῆς τῆς βλάβης , ἐπεὶ καὶ Ἡσίοδος ἀρῆς ἀλκτῆρα βλάβης καὶ κακώσεως ἔφη ⁑image

msA, 18.41, commenting on 18.100 ἀρῆς ἀλκτῆρα⁚ βλαβης καὶ κακώσεως ἀποτρεπτικὸν ὅ ἐστι κωλυτὴν καὶ βοηθόν· οἱ δὲ Ἄρεω ἀλκτῆρα ἀποτρεπτικὸν πολέμου· Παρμενίσκος μὲν οὖν βαρυτόνως τὸ εδησεν ἀποδίδωσιν οὑτως· ὁ δε πόλεμος τὴν εμὴν ἐφαλλόμενος πανοπλίαν ἔδησέν μου τὴν ἔξοδον ὥστε ἀλκτῆρα μὴ γενέσθαι Πατρόκλου ὅπερ ἐστὶ βοηθόν· Πτολεμαῖος δὲ ὁ Ασκαλωνίτης περισσὸν τὸ ἔδησεν φησίν ⁑image

msAext, 18.1, commenting on 18.86 ** ** ὡς ὄφελες image

msAext, 18.2, commenting on 18.93 ** ** Μενοιτιάδεα απ image

msAil, 18.5, commenting on 18.80@ἦδος ἐπιθυμία⁚image

msAil, 18.6, commenting on 18.100@ἄρῆς εωimage

msAim, 18.8, commenting on 18.82 στικτέον ἐπι τὸ κεφαλῇ μᾶλλον γὰρ ἐμφαίνει ⁑image

msAim, 18.9, commenting on 18.86 ταῦτα ἀπ αλλης ἀρχῆς ἀναγνωστέον⁚image

msAim, 18.10, commenting on 18.90 ὅτι παλιν συνοίκει τῷ Πηλεῖ ἡ Θέτιςimage

msAim, 18.11, commenting on 18.94 εν αλλῳ τὸν δ’ ἠμείβετ’ ἔπειτα ⁑image

msAim, 18.12, commenting on 18.99 στικτέον ἐπι τὸ αμῦναι ⁚image

msAim, 18.13, commenting on 18.100 Αρισταρχ δια τοῦ ω Ἄρεω ⁚image

msAint, 18.7, commenting on 18.84-18.85 άκαιρον τὸ εἰδύᾳ λέγειν ⁑image

msAint, 18.8, commenting on 18.93 οτ τὰ έλωρα οὐ βρώματ ἀλλα ελκύσματ ⁑image