Manuscript msA, page 241r
| prev: 240v | next: 241v |
18.101 νῦν δ’ ἐπεὶ οὐ , νέομαί γε φίλην ἐς πατρίδα γαῖαν .
18.102 οὐδέ τι Πατρόκλῳ γενόμην φάος . οὐδ’ ἑτάροισι1
18.103 τοῖς ἄλλοις . οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ .1
18.104 ἂλλ’ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης .1
18.105 τοῖος ἐὼν . οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων
18.106 ἐν πολέμῳ· ἀγορῇ δέ τ’ ἀμείνονές εἰσι καὶ ἄλλοι·
18.107 ὡς ἔρις ἔκ τε θεῶν . ἔκ τ’ ἀνθρώπων ἀπόλοιτο·
18.108 καὶ χόλος . ὅς τ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι·1
18.109 ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο .1
18.110 ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·1
18.111 ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
18.112 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ·
18.113 θυμὸν ἐνὶ στήθεσσι φίλον δαμασαντες ἀνάγκῃ·1
18.114 νῦν δ’ εῖμ’ . ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω
18.115 Ἕκτορα · κῆρα δ’ ἐγὼ τότε δέξομαι . ὁππότε κεν δὴ
18.116 Ζεὺς ἐθέλῃ τελέσαι . ἠδ’ ἀθάνατοι θεοὶ ἄλλοι·
18.117 οὐδε γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα .1, 2, 3
18.118 ὅς περ φίλτατος ἔσκε Διῒ Κρονίωνι ἄνακτι·1
18.119 ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης ·
18.120 ὣς καὶ ἐγὼν . εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται·
18.121 κείσομ’ ἐπεί κε θάνω . νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην·1
18.122 καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων
18.123 ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων
18.124 δάκρυ’ ὀμορξαμένην . ἁδινὸν στοναχῆσαι ἐφείην .1
18.125 γνοῖεν δ’ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·1, 2
msA, 18.42, commenting on 18.101-18.114 νῦν δ’ ἐπεὶ οὐ νέομαί γε φησὶ τὸ εξῆς· νῦν δ’ ἐπεὶ οὐ νεομαί γε νῦν δ’ εἰμ’ ὄφρα φίλης κεφαλῆς · αἱ ὑποστιγμαὶ δὲ μέχρι τοῦ αμείνονές εἰσὶ καὶ ἄλλοι ἀποτελοῦνται τοῦ ἐπεὶ συνδέσμου τὸν λογον ἀρτῶντος ἵν’ ᾗ ἀνταπόδοσις . ἣ ὡς ἐρις ἔκ τε θέων ὁ δὲ λόγος ηθικός . νῦν δ’ ἐπεὶ μήτε εἰς τὴν πατρίδα ὑποστρέψαι εἱμαρμένον ἐστὶ μήτε ἐξεδίκησα τοὺς ἀναιρεθέντας , τὸ φιλονικεῖν ἔκ τε θν καὶ ανων καὶανωνἀνθρώπων ἀπόλοιτο ἣ τὸ ἑξῆς τοῦ λόγου . νῦν δ’ ἐπεὶ οὐ νέομαι . νῦν δ’ εῖμ’ ὄφρα φίλης κεφαλῆς καὶ γὰρ ἐπανείληψε τὸ χρονικὸν ἐπίρρημα ὡσπερ εἰς ὑπόμνησιν τῆς ἀρχῆς ἦν παραλιπὼν παρεξέβη ⁑
msA, 18.43, commenting on 18.105-18.106 τοῖος εὼν , ἀλαζῶν φησι καὶ φορτικός . ῥητέον δὲ ὅτι ἔθος ἦν πᾶσιν ἑαυτοὺς ἐπαινεῖν ⁑
msA, 18.44, commenting on 18.107-18.108 ὡς έρις ἔκ τε θεῶν⁚ Ἡράκλειτος τὴν τῶν ὄντων φύσιν κατ έριν συνεστᾶναι νομίζων μέμφεται Ὅμρον σύγχυσιν κόσμου δοκῶν αὐτὸν εὔχεσθαι πρὸς ὃν ἄν τις εἴποι . ὅτι οὐ λέγει νῦν τὴν ἐναντίωσιν ἔρϊν , ἀλλα τὴν ἔχθραν ὅθεν ἐπιφέρει καὶ χόλος οὐ γὰρ ἡ τῶν πραγμάτων ἐναντίωσις τοὺς φρονίμους ἐξίστησι τῶν λογισμῶν ⁑
msA, 18.45, commenting on 18.108 καὶ χόλος ὅς τ’ ἐφέηκε⁚ ἐκ τούτων λέγουσι τὸν Πλάτωνα τριμερῆ τὴν ψυχὴν ἀποφήνασθαι τὸ μὲν γάρ τι θυμικὸν αὐτῆς εἶναι , τὸ δὲ ἐπιθυμητικὸν τὸ δε λογιστικόν ⁑
msA, 18.46, commenting on 18.109 ὅς τε πολὺ γλυκίων· γλυκέως γὰρ διατίθεσθαι τοὺς ἐκπληροῦντας τὰ κατα θυμὸν συμβαίνει ⁑
msA, 18.47, commenting on 18.110 ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός . θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ όρεξιν ἀντιλυπήσεως τοῦτον δὲ τὸν ὅρον πρῶτος Ὅμηρος παρέδωκε καπνὸν γὰρ τὸ πῦρ φησί· κάπνισάν τε κατα κλισίας · , καὶ ὡς δ’ ὅτε καπνὸς ἰὼν ἐξ άστεος αἰθέρα ἵκηται · ἄτοπον γὰρ λαμπούσῃ φλογὶ καπνὸν εἰκάζειν . ζέσις δὲ οὐκ ἂν χωρὶς πυρώσεως γένοιτο ἡ δίνη δὲ παρεπεται τοῖς ὀργιζομένοις δια τὸ σπεύδειν ἀμύνασθαι τὸν ἀντίπαλον· τὸν δε καπνὸν παρείληφε προς τὴν αὔξησιν ⁑
msA, 18.48, commenting on 18.113 θυμὸν ἐνι στήθεσσι φίλον· δύο κατεχόντων παθῶν τὸν Ἀχιλλε θυμοῦ καὶ λύπης μείζων τὸ κατ τὴν λύπην πάθος ἐπιγενόμενον ἐκράτησε τῆς ὀργῆς· πρῶτος δὲ Ὅμηρος τὸν θυμὸν ἀπὸ λογισμοῦ σβεννύμενον ἐδογμάτισεν ⁑
msA, 18.49, commenting on 18.117 οὐδε γὰρ οὐδὲ βίη Ἡρακλῆοςι τινὲς φασὶν ὅτι Ὅμηρος οὐκ οιδεν Ἡρακλέα ἀποθεωθέντα διὰ τὸ λέγειν . ὅτι τέθνηκεν . ἠ οὐδὲν κωλύει γινώσκοντα . ὅτι ἀπεθεώθη λέγειν ὡς οὐκ έφυγε τὴν κῆρᾳ καὶ γὰρ οἱ ἀποθεοῦντες αὐτὸν ὁμολογοῦσι τεθνάναι καὶ καῆναι ἐν τῇ Οιτῃ καὶ μανῆναι καὶ τοὺς υἱεῖς ἀνελεῖν καὶ οὕτως ἀπαθανατισθῆναι· σημειοῦνται δὲ τὰ ἔπη προς τὴν ἀθέτησιν . τὴν αὐτὸς δὲ μετ αθανάτοισι θεοῖσι τέρπετο ὅτι οὐκ οἶδεν αὐτὸν ἐκθεωθέντα
msA, 18.50, commenting on 18.117 ἄλλως· μεγαλοφρόνως φαίνεται παραδειγματα ἑαυτῷ συνειλοχὼς , οὐ τῶν καθ αὑτὸν τινος ἀλλα τῶν γενναιοτάτων ταῦτα δὲ λεγ . ἄλλως τὴν μρα παραμυθούμενος τὸ καὶ τοὺς κρείττους τεθνηκεναι ⁑
msA, 18.51, commenting on 18.118 ὅσπερ φίλτατος ἔσκε , πιθανῶς ὡς φιλοτιμος ἀνηρ οὐ τὰς πράξεις ἀντέθηκε τοῦ Ηρακλέους ἐφαίνετο γὰρ ἂν οὗτος κατα πολὺ ενδεόν τὴν δὲ οικειότητ μόνον τὴν πρὸς τὸν Δία ἐσήμανεν ⁑
msA, 18.52, commenting on 18.121 κείσομ’ ἐπεί κε θάνω . ἀνοητόν ἐστι τὸ λέγειν δῆλον γὰρ πᾶσιν ὅτι κείσεται ἀποθανών ἀλλ ασαφέστερον ἐξενήνεκται . ὁ δὲ λέγει τοιοῦτόν ἐστι· ζῶντα μὲν οὐ χρὴ ἀργὸν εἶναι . οὐδὲ κεῖσθαι ὥσπερ νεκρὸν , ἀλλα τότε ὅτ ἂν ὁ θάνατ ἔλθῃ ⁑
msA, 18.53, commenting on 18.125 γνοῖεν δ’ ὡς δὴ⁚ οτ ἀντι τοῦ ἵνα γνώσῃ πῶς δὲ δηρὸν φησὶ δεκαπέντε γάρ εισιν ἡμέραι σὺν αἷς οἱ θεοὶ εἰς Αἰθιοπίαν διέτριψαν· ῥητέον δὲ ὅτι πρός τι ἐστὶ τὸ πολὺ καὶ γὰρ μία ἡμέρα Ἀχιλλεῖ πολὺ ἦν ἀφεστῶτι φιλοπόλεμος γάρ ἐστι λέγει οὖν ὅτι ἀθρόα αὐτοῖς ἀποδώσω , κ’ ὰν εἰ πολὺν χρόνον τοῦ πολεμεῖν ἀπέστην , ὡς καὶ ἡμεῖς ἐν τῷ βίῳ λέγομεν ἡ μία μοι ἡμέρα αἰών ἐστιν ⁑
msAim, 18.14, commenting on 18.103 οτ ἀντι ὑφ’ Έκτορος δίου ⁑
msAim, 18.15, commenting on 18.117 οτ οὐκ οῖδεν ἀθανατον τὸν Ἡρακλέᾳ · ⁑
msAim, 18.16, commenting on 18.124 ουτ Αριστ αλλοι δὲ αδινᾷ ⁑
msAint, 18.9, commenting on 18.102 τοῦτον κατ ιδίαν
msAint, 18.10, commenting on 18.104 ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ ἥρως φιλότιμος δὲ περι τὰς πράξεις ⁑
msAint, 18.11, commenting on 18.125 οτ αντ τοῦ ἵνα γνῶσι ⁑