Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 241v

Manuscript msA, page 241v

image

prev: 241r next: 242r

Iliad text

18.126 μὴ δέ μ’ ἔρυκε μάχης . φιλεουσά περ . οὐδέ με πείσεις·image

18.127 τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·image

18.128 ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον . οὐ κακόν ἐστινimage

18.129 τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν όλεθρον·image

18.130 ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται·image1

18.131 χάλκεα . μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρimage

18.132 αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἑ φημιimage

18.133 δηρὸν ἐπ’ αγλαϊεῖσθαι ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ·image

18.134 ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος .image

18.135 πρίν γ’ ἐμὲ δεῦρ’ ἐλθοῦσαν . ἐν ὀφθαλμοῖσιν ΐδηαι·image

18.136 ἠῶθεν γὰρ νεῦμαι ἅμ’ ἠελίῳ ἀνιόντι .image1, 2

18.137 τεύχεα καλὰ φέρουσα παρ’ Ἡφαίστοιο ἄνακτος·image

18.138 ὥς ἄρα φωνήσασα· πάλιν τράπεθ’ υἷος εοῖο .image1

18.139 καὶ στρεφθεῖσ’ . ἁλίῃσι κασιγνήτῃσι μετηύδᾱ·image

18.140 ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον·image1

18.141 ὀψόμεναί τε γέρονθ’ ἅλιον καὶ δώματα πατρὸς .image

18.142 καί οἱ πάντ’ ἀγορεύσατ’· ἐγὼ δ’ ἐς μακρὸν Ὄλυμπονimage1, 2

18.143 εῖμι . παρ’ Ήφαιστον κλυτοτέχνην . αἴ κ’ ἐθέλῃσινimage

18.144 υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα·image

18.145 ὥς ἔφαθ’ . αἳ δ’ ὑπο κῦμα θαλάσσης αὐτίκ’ ἔδυσαν ,image

18.146 ἣ δ`’ αὖτ’ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζαimage

18.147 ἤϊεν· ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχε’ ἐνείκαι·image

18.148 τὴν μὲν ὰρ’ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶimage1

18.149 θεσπεσίῳ ἀλαλητῷ ὑφ’ Ἕκτορος ἀνδροφόνοιοimage

18.150 φεύγοντες . νῆάς τε καὶ Ἑλλήσποντον ΐκοντο·image

Scholia text

msA, 18.54, commenting on 18.128-18.131 ‡ ναὶ δὴ ταῦτά γε πάντα⁚ πῶς φησὶν . οὐκ αποτρέπει μᾶλλον τῆς μαχης , ἀλλα καὶ ἐπιρρώννυσιν . ἠ ὅτι εὐκλεῆ τὸν θάνατον αὐτῷ βούλεται γενέσθαι τὸν οὖν μετ ευκλείας συναινεῖ θάνατον διόπερ τῆς μοίρας οὐ προεῖπεν αὐτῷ μὴ περιέληπται τὴν εἰς οῖκον ανακομιδῆν · πῶς δὲ χάλκεα λέγει τὰ παρ’ Ηφαίστου ὅπλα ἀπο τῆς χείρονος ὕλης ἔχει γὰρ καὶ κασσίτερον καὶ ἄργυρον καὶ χρυσόν· κοινότερον οὖν καὶ χαλκεῖς ἔλεγον καὶ τοὺς ταῦτα ἐργαζομένους ἦλθε δὲ χαλκευς Ὅμηρος τὸν χρυσοχόον λέγών· στικτέον δὲ ἤτοι ἐπι τὸ ἐτήτυμον ἵνα λείπῃ τὸ ἐστί · ὁ δὲ λόγος ταῦτα ἀληθῶς ἐστιν ἡ συναπτέον ἐστι δὲ σχῆμα σολοικοφανες ὅτι τῷ πληθυντικῶ τὰ ἑνικὰ ἐπενήνεκται ἐτήτυμον κακόν · ἀλλα τὸ μὲν ἐτήτυμον δύναιτ ἂν ἀντι ἐπιρρήματος κεῖσθαι· τὰ δὲ ἄλλα παραπλήσια ἐκείνῳ δύναται εἶναι· δαιμονίη· τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες τόσσα κακὰ ῥέζουσιν ⁑image

msA, 18.55, commenting on 18.136 ἠῶθεν γὰρ νεῦμαι . ὅτι τὸ νεῦμαι ἐστιν ἐπι τοῦ ἐνεστῶτος ἀντι τοῦ νέομαι βούλεται δὲ εἰπεῖν ἐλεύσομαι . καὶ ὅτι ἐν μιᾷ νυκτὶ κατεσκεύασται τὰ ὅπλα ⁑image

msA, 18.56, commenting on 18.140 ὑμεῖς μὲν νῦν δῦτε , ὅτι τὸν Ἑλλήσποντον στενὸν ὄντα εὐρέα ἐκαλεσεν ⁑image

msA, 18.57, commenting on 18.142 καί οἱ πάντ’ ἀγορεύσατ’· παρα Ζηνοδότῳ ἀγορεῦσαι καὶ ὑποφαίνει τὸ Ὁμηρικὸν ἔθος ⁑image

msA, 18.58, commenting on 18.143-18.144 αἴ κ’ εθέλῃσιν ὑιεῖ εμῶ· πρὸς μεν τὸν υἱὸν ὡς διοριζομένη φησὶν οἴσειν πάντως τὰ ὅπλα . οὐκέτι δε ἦν πρέπον ὁμοίως πρὸς τοὺς ομοτίμους διαλέγεσθαι ⁑image

msA, 18.59, commenting on 18.148 τὴν μὲν ὰρ Οὔλυμπον δὲ· προς Ζηνόδοτον μεταγράφοντα ῥίμφ’ έα γοῦνα φέρει . καὶ ὅτι λέγει πόδες αὐτὴν ἔφερον οὐκ αυτῆ τοὺς πόδας ⁑image

msAim, 18.17, commenting on 18.136 αντι τοῦ νεύσομαι ⁑image

msAim, 18.18, commenting on 18.138 ἐν αλλ υἱὸς εηος · ⁑image

msAim, 18.19, commenting on 18.142 παρα Ζηνοδ ἀγορεῦσαι , καὶ ὑποφαίνει το Ὁμηρικὸν έθος ⁑image

msAint, 18.12, commenting on 18.130 οτ ἔχονται καὶ οὐκ έχε ⁑image