Manuscript msA, page 242r
| prev: 241v | next: 242v |
18.151 οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ1
18.152 ἐκ βελέων ἐρύσαντο νέκυν . θεράποντ’ Ἀχιλῆος ·
18.153 αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι·
18.154 Ἕκτωρ τὲ Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν .
18.155 τρὶς μέν μιν μετ’ όπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ
18.156 ἑλκέμεναι μεμαὼς . μέγα δὲ Τρώεσσιν ὁμόκλα·
18.157 τρὶς δὲ δύ’ Αἴαντες , θοῦριν ἐπιειμένοι ἀλκὴν .
18.158 νεκροῦ ἀπεστυφέλιξαν· ὃ δ’ ἔμπεδον , ἀλκὶ πεποιθὼς .
18.159 ἄλλοτ’ ἐπαΐξασκε κατὰ μόθον . ἄλλοτε δ’ αὖτε1
18.160 στάσκε μέγα ἰ̈άχων , ὀπίσω δ’ οὐ χάζετο πάμπαν·1
18.161 ὡς δ’ ἀπο σώματος οὔ τι λέοντ’ αἴθωνα δύνανται
18.162 ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι .1
18.163 ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ
18.164 Ἕκτορα Πριαμίδην ἀπο νεκροῦ δειδίξασθαι·
18.165 καὶ νύ̆ κεν εἴρυσσέν τε , καὶ ἄσπετον ᾔρατο κῦδος .
18.166 εἰ μὴ Πηλείωνι ποδήνεμος ὠκέα Ι̂̈ρις ·
18.167 ἄγγελος ἦλθε θέουσ’ ἀπ’ Ὀλύμπου . θωρήσσεσθαι .
18.168 κρύβδα Διὸς , ἄλλων τε θεῶν . πρὸ γὰρ ἧκέ μιν Ἥρη ·1
18.169 ἀγχοῦ δ’ ἱσταμένη . ἔπεα πτερόεντα προσηύδᾱ·
18.170 ὄρσεο Πηλείδη , πάντων ἐκπαγλότατ’ ἀνδρῶν·
18.171 Πατρόκλῳ ἐπάμυνον . οὗ εἵνεκα φύλοπις αἰνὴ .1, 2
18.172 ἕστηκε πρὸ νεῶν . οἳ δ’ ἀλλήλους ὀλέκουσῑν .
18.173 οἳ μὲν ἀμυνόμενοι νέκυος περι τεθνειῶτος ·
18.174 οἳ δὲ ἐρύσσεσθαι ποτὶ Ί̈λιον ἠνεμόεσσαν
18.175 Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ1
msA, 18.60, commenting on 18.154-18.158 τρὶς μέν μιν μετόπισθε ὅτι Ζηνόδοτος γράφει οὕτως· Ἕκτωρ τὲ Πριάμοιο σὺῒ ΐκελος ἀλκὴν , ὅς μιν τρὶς μετόπισθε ποδῶν λάβε καὶ μέγ’ ἀϋτει ἐλκέμεναι μεμαώς κεφαλὴν δέ ἑ θυμὸς ἀνώγει πῆξαι ἀνα σκόλοπας οἳ τάμονθ’ ἁπαλῆς ἀπο δειρῆς κακῶς οὐ γὰρ ὑπο τοῦ τὸν καιρὸν ὁ Ἕκτωρ ελκύσαι τὸν Πάτροκλον ἐβούλετο ἵνα αἰκίσηται ἀλλ’ έμπροσθεν· ὅτε δὲ Γλαῦκος ὠνείδισεν τῷ προλελοιπότι τὸ σῶμα τοῦ Σαρπηδόνος τοῖς Ἀχαιοῖς , τότε ἑλκῦσαι φιλοτιμεῖται τὸν Πάτροκλον εἰς ἀντικατάλλαξιν τοῦ Σαρπηδόνος οὐκ εις αἰκείαν· ὅταν με̏ν οὖν ὕστερον , ῆ Ἶ̈ρις εἴπῃ τῷ Ἀχιλλεῖ ὅτι βούλεται ὁ Ἕκτωρ τὸν Πάτροκλον αἰκίσασθαι . νοητέον μή τ’ ἀληθὲς ὑποφαίνειν ἀλλα παρορμῆσαι αὐτὸν εἰς τὴν κατὰ τῶν βαρβάρων ὀργήν ⁑
msA, 18.61, commenting on 18.160 στάσκε μέγα’ ἰ̈άχων· ὅτι Ζηνόδοτος γράφει μέγα ἀχεων . πρός τι δὲ λυπούμενος εστήκει ἀλλ οὐκ ἰ̈άχων καὶ ἐπεγκελευόμενος τοῖς Τρωσὶν ἀφαιρεῖσθαι τὸν νεκρόν ⁑
msA, 18.62, commenting on 18.162 πεινάοντα δίεσθαι⁚ ὡς τίθεσθαι · τρίτην ἀπο τέλους ἡ ὀξεῖα ἔστι γάρ τι δίημι ῥῆμα παρ’ οῦ καὶ τὸ δίεσαν πληθυντικὸν ὡς ἐτίθεσαν · αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες , παραιτητέον γὰρ τοὺς οἰομένους πλεονασμὸν εἰναι τοῦ δ καὶ δασύνοντας . διδάσκει γὰρ ἡμᾶς ὁ ποιητὴς καὶ δι άλλης κλήσεως τὸ ἀκόλουθον κίνημα ὡς γὰρ τίθενται οὕτως δίενται ἵπποι ἀερσίποδες· πόλεως πεδίοιο δίενται ὥσπερ οὖν παρα τὸ τίθενται ἐστιν ἀπαρέμφατ τίθεσθαι · οὕτως καὶ παρα τὸ δίενται τὸ δίεσθαι ⁚ ἐπίσταται δὲ καὶ ὑποτακτικὸν αὐτοῦ τὸν ῥα κύνες τὲ καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται ⁑
msA, 18.63, commenting on 18.171 Πατρόκλω ἐπάμυνον . ἡ Ἀρισταρχ κατα γενικὴν Πατρόκλου ἐπάμυνον . ἐλλείπει δὲ ἡ περι περὶ Πατροκλου · ὅμοιον δέ ἐστι τὸ ὁ δ’ οὐδ’ οὑ παιδὸς ἀμύνει . κακεῖ γὰρ κατὰ γενικὴν γράφει ⁑
msA, 18.64, commenting on 18.174-18.177 οἱ δὲ ἐρύσσασθαι⁚ ὅτι Ζηνόδοτος γράφει Ἴ̈λιον αἰπὺ θέλοντες· καὶ τοὺς ἑξῆς ἀπο τοῦ ελκέμεναι μέμονεν ἕως τοῦ πῆξαι ἀνα σκολότεσσιν . ἄνω μετατέθεικεν· ὁ μὲν οὖν Ἕκτωρ οὐκέτι ταύτην ἔχει τὴν ὁρμὴν ὡς προείρητ ἡ δε Ἶρις ὡς προς τὸ διεγεῖραι τὸν Ἀχιλλέα ταῦτα κελεύει καὶ οὐδεποτε κατὰ τὸ οὐδέτερον λέγει Ί̈λιον ⁑
msAim, 18.20, commenting on 18.159 κατα τὴν μάχην ἀπο τοῦ ομοῦ θεῖν ⁑
msAint, 18.13, commenting on 18.151 ἐν αλλ οὐδ’ ἀρα
msAint, 18.14, commenting on 18.168 τῶν τοις Τρωσὶ συμμαχούντων ⁑
msAint, 18.15, commenting on 18.171 Ἀρισταρχ κατ γενικ Πατροκλου · ⁑
msAint, 18.16, commenting on 18.175 προς παροξυσμὸν τοῦ Ἀχιλλέως οὐ γὰρ ἄλλον τὸν σπουδάζοντ ἢ τὸν ἀνελοντ . ⁑