Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 242v

Manuscript msA, page 242v

image

prev: 242r next: 243r

Iliad text

18.176 ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἀνώγειimage1

18.177 πῆξαι ἀνὰ σκολόπεσσι . ταμόνθ’ ἁπαλῆς ἀπὸ δειρῆς·image

18.178 ἂλλ’ ἄνα μὴ δ’ έτι κεῖσο· σέβας δέ σε θυμὸν ϊκέσθω .image

18.179 Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·image

18.180 σοὶ λώβη . αἴ κεν τι , νέκυς ᾐσχυμμένος ἔλθῃ·image1

18.181 τὴν δ’ ἠμείβετ’ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς ·image

18.182 Ι̂ρι θεὰ . τίς γάρ σε θεῶν . ἐμοὶ ἄγγελον ἧκε·image1, 2

18.183 τὸν δ’ αῦτε προσέειπε ποδήνεμος ὠκέα Ϊ̂ρις ·image

18.184 Ἥρη με προέηκε . Διὸς κυδρὴ παράκοιτις·image

18.185 οὐδ’ οἶδε Κρονίδης ὑψίζυγος . οὐδέ τις ἄλλοςimage

18.186 ἀθανάτων . οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται·image1

18.187 τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·image

18.188 πῶς τὰρ , ΐω μετὰ μῶλον· ἔχουσι δὲ τεύχε’ ἐκεῖνοι·image

18.189 μήτηρ δ’ οὔ με φίλη πρίν γ’ εἴα θωρήσσεσθαι .image

18.190 πρίν γ’ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴ̈δωμαιimage

18.191 στεῦτο γὰρ Ἡφαίστοιο παρ οισέμεν ἔντεα καλά .image1, 2

18.192 ἄλλου δ’ οὔ τευ οἶδα . τεῦ ἂν κλυτὰ τεύχεα δύω .image1

18.193 εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο ·image

18.194 ἀλλὰ καὶ αὐτὸς ὅ γ’ ἔλπομ’ ἐνι Τρώεσσιν ὁμιλεῖimage

18.195 ἔγχεϊ δηϊόων περι Πατρόκλοιο θανόντος·image

18.196 τὸν δ’ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ϊ̂ρις ·image

18.197 εὖ νῠ καὶ ἡμεῖς ἴ̈δμεν ὅ τοι κλυτὰ τεύχε’ ἔχονται·image1

18.198 ἂλλ’ αύτως ἐπὶ τάφρον ϊὼν , Τρώεσσι φάνηθι·image1

18.199 αἴ κέ σ’ ὑποδείσαντες ἀπόσχωνται πολέμοιοimage

18.200 Τρῶες . ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶνimage

18.201 τειρόμενοι· ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο·image

18.202 ἥ μὲν ὰρ , ὡς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ϊ̂ρις ⁚image

Scholia text

msA, 18.65, commenting on 18.182 Ἶρι θεὰ , τίς γάρ σε· μέμνηται τῶν μητρὸς ἐντολῶν οὐ γαρ ἐπέτρεπεν αὐτῷ ἡ μηρ ἐξελθεῖν· πυνθάνεται οὖν τῆς θεοῦ ἵνα ἀξιόχρεων ἔχῃ προς τὴν μρα τὸν προτρεψάμενον λέγειν· καὶ μὴ τῇ ἰδίᾳ γνώμῃ ἐξεληλυθὼς φαίνηται ⁑image

msA, 18.66, commenting on 18.182 τίς γάρ σε θεῶν⁚ ἡ ἑτέρα τῶν Ἀριστάρχου δια τοῦ τ τίς τάρ σε μήποτε δὲ ἀμείνων ἡ προτέρα , παρ ὅσον σύνηθες Ὁμήρῳ ἀπο τοῦ γὰρ ἄρχεσθαι ⁑image

msA, 18.67, commenting on 18.191 στεῦτο γάρ Ἡφαιστοιο · Χαῖρις τῷ τὰς συναλειφθείσας προθέσεις μὴ ἀναστρέφεσθαι , καὶ ἐνθάδε οὐκ αναστρέφεσθαι , καὶ ἐνθάδε οὐκ αναστρεφεν ἵνα μὴ διάφορον σημαινόμενον νοηθῆ διαφέρει γὰρ τὸ παρενεγκεῖν Ἡφαίστου ὅπλα ὅτι δὲ καὶ ἐν ἄλλοις ἀναγνώσμασιν ὁ ἀνὴρ τοιοῦτος , προ εἴπομεν ηδ ⁑image

msA, 18.68, commenting on 18.191 στεῦτο γὰρ Ἡφαίστοιο· Ἀρίσταρχος ἀναστρέφει τὴν πρόθεσιν προς τὸ μὴ ἀμφιβάλλεσθαι τὸν λόγον , καίτοι τῶν συναλειφομένων μὴ ἀναστρεφομένων ὡς καὶ Ἀπολλώνιος φησὶν . ἐπείσθη δὲ ἡ παράδοσις Ἀριστάρχῳ , ἡ διπλῆ δὲ ὅτι κατα διαίρεσιν . ἀντι τοῦ διωρίζετο ἀναφέρεται δὲ πρὸς τὸ στεῦτο δὲ διψάων ἐν τῇ ⁑image

msA, 18.69, commenting on 18.192 ἀλλου δ’ οὔ τευ οἶδα τοῦ ἂν ζητεῖται δια τί τὰ Πατρόκλου οὐ λαμβάνει εἰ καὶ τὰ αὐτοῦ ἑκείνῳ ἥρμοσεν τινὲς ἡνίοχον λέγοντες εἶναι τὸν Πάτροκλον φασὶ μη έχειν αὐτὸν ὅπλα· ῥητέον δὲ ὅτι εἶχε καὶ ἐμάχετο Ἀχιλλεὺς φησιν· ἥ οι τότε χεῖρες ἄαπτοι μείνοντο τινὲς ὅτι τὰ μείζονα τῷ ἐλάττονι ἁρμόζει μαλαγμάτων προστιθεμένων· τὰ δὲ ἐλάττον τῷ μείζονι οὐκέτι· ῥητέον δὲ . ὅτι δύναταί τις καὶ ἐλάττοσι πρὸς καιρὸν χρῆσθαι Κράτης ὅτι τὰ Πατρόκλου Αὐτομέδων εἶχεν ὅπως σωθῇ τὸ εἶδος καὶ δόξωσιν εἶναι ὁ μὲν Ἀχιλλεὺς ὁ δὲ Πάτροκλος ⁑image

msA, 18.70, commenting on 18.198 ἀλλ’ αύτως επι τάφρον ἰὼν παρὰ Ζηνοδότῳ . καὶ Ἀριστοφάνει διὰ τοῦ ο αυτὸς ἵν ᾖ αὐτὸς χωρὶς ὅπλων καὶ λόγον ἔχει χαρίεντα καὶ οὐκ ἀλόγος ἐστιν ἡ γραφή· ⁑image

msAim, 18.21, commenting on 18.176 εν αλλῳ ἄνωγενimage

msAim, 18.22, commenting on 18.180 ταυτ ἀπ αλλης ἀρχῆς ⁑image

msAim, 18.23, commenting on 18.186 ὅτι ὡς ορος τὸν Όλυμπον ἀγάννιφον λέγειimage

msAint, 18.17, commenting on 18.197 κατ ένια καλὰ τεύχεα ἔχοντα ⁑image